<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0014.tlg004.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="10"><p>πότʼ οὖν, ὦ ἄνδρες Ἀθηναῖοι, πόθʼ ἃ χρὴ πράξετε; ἐπειδὰν τί γένηται; ἐπειδὰν νὴ Δίʼ ἀνάγκη τις ᾖ. νῦν δὲ τί χρὴ τὰ γιγνόμενʼ ἡγεῖσθαι; ἐγὼ μὲν γὰρ οἴομαι τοῖς ἐλευθέροις μεγίστην ἀνάγκην τὴν ὑπὲρ τῶν πραγμάτων αἰσχύνην εἶναι. ἢ βούλεσθʼ, εἰπέ μοι, περιιόντες αὑτῶν πυνθάνεσθαι, <q>λέγεταί τι καινόν;</q> γένοιτο γὰρ ἄν τι καινότερον ἢ Μακεδὼν ἀνὴρ Ἀθηναίους καταπολεμῶν καὶ τὰ τῶν Ἑλλήνων διοικῶν; <q>τέθνηκε Φίλιππος;</q> <q>οὐ μὰ Δίʼ, ἀλλʼ ἀσθενεῖ.</q></p></div></div></body></text></TEI>