ἐὰν οὖν ἀλλὰ νῦν γʼ ἔτι ἀπαλλαγέντες τούτων τῶν ἐθῶν ἐθελήσητε στρατεύεσθαί τε καὶ πράττειν ἀξίως ὑμῶν αὐτῶν, καὶ ταῖς περιουσίαις ταῖς οἴκοι ταύταις ἀφορμαῖς ἐπὶ τὰ ἔξω τῶν ἀγαθῶν χρῆσθαι, ἴσως ἄν, ἴσως, ὦ ἄνδρες Ἀθηναῖοι, τέλειόν τι καὶ μέγα κτήσαισθʼ ἀγαθὸν καὶ τῶν τοιούτων λημμάτων ἀπαλλαγείητε, ἃ τοῖς ἀσθενοῦσι παρὰ τῶν ἰατρῶν σιτίοις διδομένοις ἔοικε. καὶ γὰρ ἐκεῖνʼ οὔτʼ ἰσχὺν ἐντίθησιν οὔτʼ ἀποθνῄσκειν ἐᾷ· καὶ ταῦθʼ ἃ νέμεσθε νῦν ὑμεῖς, οὔτε τοσαῦτʼ ἐστὶν ὥστʼ ὠφέλειαν ἔχειν τινὰ διαρκῆ, οὔτʼ ἀπογνόντας ἄλλο τι πράττειν ἐᾷ, ἀλλʼ ἔστι ταῦτα τὴν ἑκάστου ῥᾳθυμίαν ὑμῶν ἐπαυξάνοντα.