<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0014.tlg003.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="28"><p>ἀπεστερήμεθα μὲν χώρας οἰκείας, πλείω δʼ ἢ χίλια καὶ πεντακόσια τάλαντʼ ἀνηλώκαμεν εἰς οὐδὲν δέον, οὓς δʼ ἐν τῷ πολέμῳ συμμάχους ἐκτησάμεθα, εἰρήνης οὔσης ἀπολωλέκασιν οὗτοι, ἐχθρὸν δʼ ἐφʼ ἡμᾶς αὐτοὺς τηλικοῦτον ἠσκήκαμεν. ἢ φρασάτω τις ἐμοὶ παρελθών, πόθεν ἄλλοθεν ἰσχυρὸς γέγονεν ἢ παρʼ ἡμῶν αὐτῶν Φίλιππος.</p></div></div></body></text></TEI>