<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0014.tlg003.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="27"><p>τότε μὲν δὴ τοῦτον τὸν τρόπον εἶχε τὰ πράγματʼ ἐκείνοις, χρωμένοις οἷς εἶπον προστάταις· νυνὶ δὲ πῶς ἡμῖν ὑπὸ τῶν χρηστῶν τούτων τὰ πράγματʼ ἔχει; ἆρά γʼ ὁμοίως ἢ παραπλησίως; οἷς —τὰ μὲν ἄλλα σιωπῶ, πόλλʼ ἂν ἔχων εἰπεῖν, ἀλλʼ ὅσης ἅπαντες ὁρᾶτʼ ἐρημίας ἐπειλημμένοι, <del>καὶ</del> Λακεδαιμονίων μὲν ἀπολωλότων, Θηβαίων δʼ ἀσχόλων ὄντων, τῶν δʼ ἄλλων οὐδενὸς ὄντος ἀξιόχρεω περὶ τῶν πρωτείων ἡμῖν ἀντιτάξασθαι, ἐξὸν δʼ ἡμῖν καὶ τὰ ἡμέτερʼ αὐτῶν ἀσφαλῶς ἔχειν καὶ τὰ τῶν ἄλλων δίκαια βραβεύειν, </p></div></div></body></text></TEI>