<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg033.perseus-grc2"><l n="1"><milestone unit="Para" ed="P"/>ἀμφὶ Διὸς κούρους, ἑλικώπιδες ἔσπετε Μοῦσαι, </l><l n="2">Τυνδαρίδας, Λήδης καλλισφύρου ἀγλαὰ τέκνα, </l><l n="3">Κάστορά θ’ ἱππόδαμον καὶ ἀμώμητον Πολυδεύκεα, </l><l n="4">τοὺς ὑπὸ Ταϋγέτου κορυφῇ ὄρεος μεγάλοιο </l><l n="5">μιχθεῖσ’ ἐν φιλότητι κελαινεφέι Κρονίωνι </l><l n="6">σωτῆρας τέκε παῖδας ἐπιχθονίων ἀνθρώπων </l><l n="7">ὠκυπόρων τε νεῶν, ὅτε τε σπέρχωσιν ἄελλαι </l><l n="8">χειμέριαι κατὰ πόντον ἀμείλιχον·  οἳ δ’ ἀπὸ νηῶν </l><l n="9">εὐχόμενοι καλέουσι Διὸς κούρους μεγάλοιο </l><l n="10">ἄρνεσσιν λευκοῖσιν, ἐπ’ ἀκρωτήρια βάντες </l><l n="11">πρύμνης·  τὴν δ’ ἄνεμός τε μέγας καὶ κῦμα θαλάσσης </l><l n="12">θῆκαν ὑποβρυχίην·  οἳ δ’ ἐξαπίνης ἐφάνησαν </l><l n="13">ξουθῇσι πτερύγεσσι δι’  αἰθέρος ἀίξαντες, </l><l n="14">αὐτίκα δ’ ἀργαλέων ἀνέμων κατέπαυσαν ἀέλλας, </l><l n="15">κύματα δ’ ἐστόρεσαν λευκῆς ἁλὸς ἐν πελάγεσσι, </l><l n="16">σήματα καλά, πόνου ἀπονόσφισιν·  οἳ δὲ ἰδόντες </l><l n="17">γήθησαν, παύσαντο δ’ ὀιζυροῖο πόνοιο. </l><l n="18"><milestone unit="Para" ed="P"/>χαίρετε, Τυνδαρίδαι, ταχέων ἐπιβήτορες ἵππων·  </l><l n="19">αὐτὰρ ἐγὼν ὑμέων τε καὶ ἄλλης μνήσομ’ ἀοιδῆς.</l></div></body></text></TEI>