<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg031.perseus-grc2"><l n="1"><milestone unit="Para" ed="P"/>ἥλιον ὑμνεῖν αὖτε Διὸς τέκος ἄρχεο Μοῦσα, </l><l n="2">Καλλιόπη, φαέθοντα, τὸν Εὐρυφάεσσα βοῶπις </l><l n="3">γείνατο Γαίης παιδὶ καὶ Οὐρανοῦ ἀστερόεντος· </l><l n="4">γῆμε γὰρ Εὐρυφάεσσαν ἀγακλειτὴν Ὑπερίων, </l><l n="5">αὐτοκασιγνήτην, ἥ οἱ τέκε κάλλιμα τέκνα, </l><l n="6">Ἠῶ τε ῥοδόπηχυν ἐυπλόκαμόν τε Σελήνην </l><l n="7">Ἠέλιόν τʼ ἀκάμαντʼ, ἐπιείκελον ἀθανάτοισιν, </l><l n="8">ὃς φαίνει θνητοῖσι καὶ ἀθανάτοισι θεοῖσιν </l><l n="9">ἵπποις ἐμβεβαώς· σμερδνὸν δʼ ὅ γε δέρκεται ὄσσοις </l><l n="10">χρυσέης ἐκ κόρυθος· λαμπραὶ δʼ ἀκτῖνες ἀπʼ αὐτοῦ </l><l n="11">αἰγλῆεν στίλβουσι παρὰ κροτάφων δέ τʼ ἔθειραι </l><l n="12">λαμπραὶ ἀπὸ κρατὸς χαρίεν κατέχουσι πρόσωπον </l><l n="13">τηλαυγές· καλὸν δὲ περὶ χροῒ λάμπεται ἔσθος </l><l n="14">λεπτουργές, πνοιῇ ἀνέμων· ὕπο δʼ ἄρσενες ἵπποι. </l><l n="15">ἔνθʼ ἄρʼ ὅ γε στήσας χρυσόζυγον ἅρμα καὶ ἵππους, </l><l n="15a">[αὐτόθι παύεται ἄκρου ἐπʼ οὐρανοῦ, εἰσόκεν αὖτις] </l><l n="16">θεσπέσιος πέμπῃσι διʼ οὐρανοῦ Ὠκεανόνδε. </l><l n="17"><milestone unit="Para" ed="P"/>χαῖρε, ἄναξ, πρόφρων δὲ βίον θυμήρεʼ ὄπαζε. </l><l n="18">ἐκ σέο δʼ ἀρξάμενος κλῄσω μερόπων γένος ἀνδρῶν </l><l n="19">ἡμιθέων, ὧν ἔργα θεαὶ θνητοῖσιν ἔδειξαν. </l></div></body></text></TEI>