<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg030.perseus-grc2"><l n="1"><milestone unit="Para" ed="P"/>γαῖαν παμμήτειραν ἀείσομαι, ἠυθέμεθλον, </l><l n="2">πρεσβίστην, ἣ φέρβει ἐπὶ χθονὶ πάνθʼ ὁπόσʼ ἐστίν, </l><l n="3">ἠμὲν ὅσα χθόνα δῖαν ἐπέρχεται ἠδʼ ὅσα πόντον </l><l n="4">ἠδʼ ὅσα πωτῶνται, τάδε φέρβεται ἐκ σέθεν ὄλβου. </l><l n="5">ἐκ σέο δʼ εὔπαιδές τε καὶ εὔκαρποι τελέθουσι, </l><l n="6">πότνια, σεῦ δʼ ἔχεται δοῦναι βίον ἠδʼ ἀφελέσθαι </l><l n="7">θνητοῖς ἀνθρώποισιν· ὃ δʼ ὄλβιος, ὅν κε σὺ θυμῷ </l><l n="8">πρόφρων τιμήσῃς· τῷ τʼ ἄφθονα πάντα πάρεστι. </l><l n="9">βρίθει μέν σφιν ἄρουρα φερέσβιος ἠδὲ κατʼ ἀγροὺς </l><l n="10">κτήνεσιν εὐθηνεῖ, οἶκος δʼ ἐμπίπλαται ἐσθλῶν· </l><l n="11">αὐτοὶ δʼ εὐνομίῃσι πόλιν κάτα καλλιγύναικα </l><l n="12">κοιρανέουσʼ, ὄλβος δὲ πολὺς καὶ πλοῦτος ὀπηδεῖ· </l><l n="13">παῖδες δʼ εὐφροσύνῃ νεοθηλέι κυδιόωσι </l><l n="14">παρθενικαί τε χοροῖς πολυανθέσιν εὔφρονι θυμῷ </l><l n="15">παίζουσαι σκαίρουσι κατʼ ἄνθεα μαλθακὰ ποίης, </l><l n="16">οὕς κε σὺ τιμήσῃς, σεμνὴ θεά, ἄφθονε δαῖμον. </l><l n="17"><milestone unit="Para" ed="P"/>χαῖρε, θεῶν μήτηρ, ἄλοχʼ Οὐρανοῦ ἀστερόεντος, </l><l n="18">πρόφρων δʼ ἀντʼ ᾠδῆς βίοτον θυμήρεʼ ὄπαζε· </l><l n="19">αὐτὰρ ἐγὼ καὶ σεῖο καὶ ἄλλης μνήσομʼ ἀοιδῆς. </l></div></body></text></TEI>