<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg029.perseus-grc2"><l n="1"><milestone unit="Para" ed="P"/>ἑστίη, ἣ πάντων ἐν δώμασιν ὑψηλοῖσιν </l><l n="2">ἀθανάτων τε θεῶν χαμαὶ ἐρχομένων τ’ ἀνθρώπων </l><l n="3">ἕδρην ἀίδιον ἔλαχες, πρεσβηίδα τιμήν, </l><l n="4">καλὸν ἔχουσα γέρας καὶ τίμιον·  οὐ γὰρ ἄτερ σοῦ </l><l n="5">εἰλαπίναι θνητοῖσιν, ἵν’ οὐ πρώτῃ πυμάτῃ τε </l><l n="6">Ἑστίῃ ἀρχόμενος σπένδει μελιηδέα οἶνον·  </l><l n="7">καὶ σύ μοι, Ἀργειφόντα, Διὸς καὶ Μαιάδος υἱέ, </l><l n="8">ἄγγελε τῶν μακάρων, χρυσόρραπι, δῶτορ ἐάων, </l><l n="10">ἵλαος ὢν ἐπάρηγε σὺν αἰδοίῃ τε φίλῃ τε. </l><l n="9">5ναίετε δώματα καλά, φίλα φρεσὶν ἀλλήλοισιν </l><l n="11">εἰδότες·  ἀμφότεροι γὰρ ἐπιχθονίων ἀνθρώπων </l><l n="12">εἰδότες ἔργματα καλὰ νόῳ θ’ ἕσπεσθε καὶ ἥβῃ. </l><l n="13"><milestone unit="Para" ed="P"/>χαῖρε, Κρόνου θύγατερ, σύ τε καὶ χρυσόρραπις Ἑρμῆς·  </l><l n="14">αὐτὰρ ἐγὼν ὑμέων τε καὶ ἄλλης μνήσομ’ ἀοιδῆς.</l></div></body></text></TEI>