<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg027.perseus-grc2"><l n="1"><milestone unit="Para" ed="P"/>Ἄρτεμιν ἀείδω χρυσηλάκατον, κελαδεινήν, </l><l n="2">παρθένον αἰδοίην, ἐλαφηβόλον, ἰοχέαιραν, </l><l n="3">αὐτοκασιγνήτην χρυσαόρου Ἀπόλλωνος, </l><l n="4">ἣ κατ’ ὄρη σκιόεντα καὶ ἄκριας ἠνεμοέσσας </l><l n="5">ἄγρῃ τερπομένη παγχρύσεα τόξα τιταίνει </l><l n="6">πέμπουσα στονόεντα βέλη·  τρομέει δὲ κάρηνα </l><l n="7">ὑψηλῶν ὀρέων, ἰάχει δ’ ἔπι δάσκιος ὕλη </l><l n="8">δεινὸν ὑπὸ κλαγγῆς θηρῶν, φρίσσει δέ τε γαῖα </l><l n="9">πόντος τ’ ἰχθυόεις·  ἣ δ’ ἄλκιμον ἦτορ ἔχουσα </l><l n="10">πάντη ἐπιστρέφεται θηρῶν ὀλέκουσα γενέθλην. </l><l n="11">αὐτὰρ ἐπὴν τερφθῇ θηροσκόπος ἰοχέαιρα, </l><l n="12">εὐφρήνῃ δὲ νόον, χαλάσασ’ εὐκαμπέα τόξα </l><l n="13">ἔρχεται ἐς μέγα δῶμα κασιγνήτοιο φίλοιο, </l><l n="14">Φοίβου Ἀπόλλωνος, Δελφῶν ἐς πίονα δῆμον, </l><l n="15">Μουσῶν καὶ Χαρίτων καλὸν χορὸν ἀρτυνέουσα. </l><l n="16">ἔνθα κατακρεμάσασα παλίντονα τόξα καὶ ἰοὺς </l><l n="17">ἡγεῖται χαρίεντα περὶ χροῒ κόσμον ἔχουσα, </l><l n="18">ἐξάρχουσα χορούς·  αἳ δ’ ἀμβροσίην ὄπ’ ἰεῖσαι </l><l n="19">ὑμνεῦσιν Λητὼ καλλίσφυρον, ὡς τέκε παῖδας </l><l n="20">ἀθανάτων βουλῇ τε καὶ ἔργμασιν ἔξοχ’ ἀρίστους. </l><l n="21"><milestone unit="Para" ed="P"/>χαίρετε, τέκνα Διὸς καὶ Λητοῦς ἠυκόμοιο·  </l><l n="22">αὐτὰρ ἐγὼν ὑμέων τε καὶ ἄλλης μνήσομ’ ἀοιδῆς.</l></div></body></text></TEI>