<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg026.perseus-grc2"><l n="1"><milestone unit="Para" ed="P"/>κισσοκόμην Διόνυσον ἐρίβρομον ἄρχομʼ ἀείδειν, </l><l n="2">Ζηνὸς καὶ Σεμέλης ἐρικυδέος ἀγλαὸν υἱόν, </l><l n="3">ὃν τρέφον ἠύκομοι Νύμφαι παρὰ πατρὸς ἄνακτος </l><l n="4">δεξάμεναι κόλποισι καὶ ἐνδυκέως ἀτίταλλον </l><l n="5"> Νύσης ἐν γυάλοις· ὃ δʼ ἀέξετο πατρὸς ἕκητι </l><l n="6">ἄντρῳ ἐν εὐώδει μεταρίθμιος ἀθανάτοισιν. </l><l n="7">αὐτὰρ ἐπειδὴ τόνδε θεαὶ πολύυμνον ἔθρεψαν, </l><l n="8">δὴ τότε φοιτίζεσκε καθʼ ὑλήεντας ἐναύλους, </l><l n="9">κισσῷ καὶ δάφνῃ πεπυκασμένος· αἳ δʼ ἅμʼ ἕποντο </l><l n="10">Νύμφαι, ὃ δʼ ἐξηγεῖτο· βρόμος δʼ ἔχεν ἄσπετον ὕλην. </l><l n="11"><milestone unit="Para" ed="P"/>καὶ σὺ μὲν οὕτω χαῖρε, πολυστάφυλʼ ὦ Διόνυσε· </l><l n="12">δὸς δʼ ἡμᾶς χαίροντας ἐς ὥρας αὖτις ἱκέσθαι, </l><l n="13">ἐκ δʼ αὖθʼ ὡράων εἰς τοὺς πολλοὺς ἐνιαυτούς. </l></div></body></text></TEI>