κισσοκόμην Διόνυσον ἐρίβρομον ἄρχομʼ ἀείδειν, Ζηνὸς καὶ Σεμέλης ἐρικυδέος ἀγλαὸν υἱόν, ὃν τρέφον ἠύκομοι Νύμφαι παρὰ πατρὸς ἄνακτος δεξάμεναι κόλποισι καὶ ἐνδυκέως ἀτίταλλον Νύσης ἐν γυάλοις· ὃ δʼ ἀέξετο πατρὸς ἕκητι ἄντρῳ ἐν εὐώδει μεταρίθμιος ἀθανάτοισιν. αὐτὰρ ἐπειδὴ τόνδε θεαὶ πολύυμνον ἔθρεψαν, δὴ τότε φοιτίζεσκε καθʼ ὑλήεντας ἐναύλους, κισσῷ καὶ δάφνῃ πεπυκασμένος· αἳ δʼ ἅμʼ ἕποντο Νύμφαι, ὃ δʼ ἐξηγεῖτο· βρόμος δʼ ἔχεν ἄσπετον ὕλην. καὶ σὺ μὲν οὕτω χαῖρε, πολυστάφυλʼ ὦ Διόνυσε· δὸς δʼ ἡμᾶς χαίροντας ἐς ὥρας αὖτις ἱκέσθαι, ἐκ δʼ αὖθʼ ὡράων εἰς τοὺς πολλοὺς ἐνιαυτούς.