<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg025.perseus-grc2"><l n="1"><milestone unit="Para" ed="P"/>μουσάων ἄρχωμαι Ἀπόλλωνός τε Διός τε· </l><l n="2">ἐκ γὰρ Μουσάων καὶ ἑκηβόλου Ἀπόλλωνος </l><l n="3">ἄνδρες ἀοιδοὶ ἔασιν ἐπὶ χθονὶ καὶ κιθαρισταί, </l><l n="4">ἐκ δὲ Διὸς βασιλῆες· ὃ δʼ ὄλβιος, ὅν τινα Μοῦσαι </l><l n="5">φίλωνται· γλυκερή οἱ ἀπὸ στόματος ῥέει αὐδή. </l><l n="6"><milestone unit="Para" ed="P"/>χαίρετε, τέκνα Διός, καὶ ἐμὴν τιμήσατʼ ἀοιδήν· </l><l n="7">αὐτὰρ ἐγὼν ὑμέων τε καὶ ἄλλης μνήσομʼ ἀοιδῆς. </l></div></body></text></TEI>