ἑστίη, ἥτε ἄνακτος Ἀπόλλωνος ἑκάτοιο Πυθοῖ ἐν ἠγαθέῃ ἱερὸν δόμον ἀμφιπολεύεις, αἰεὶ σῶν πλοκάμων ἀπολείβεται ὑγρὸν ἔλαιον· ἔρχεο τόνδʼ ἀνὰ οἶκον, ἕνʼ ἔρχεο θυμὸν ἔχουσα σὺν Διὶ μητιόεντι· χάριν δʼ ἅμʼ ὄπασσον ἀοιδῇ.