δεῖξε δὲ κοῦρον ἑόν· πάντες δ’ ἄρα θυμὸν ἔτερφθεν ἀθάνατοι, περίαλλα δ’ ὁ Βάκχειος Διόνυσος· Πᾶνα δέ μιν καλέεσκον, ὅτι φρένα πᾶσιν ἔτερψε. καὶ σὺ μὲν οὕτω χαῖρε, ἄναξ, ἵλαμαι δέ σ’ ἀοιδῇ αὐτὰρ ἐγὼ καὶ σεῖο καὶ ἄλλης μνήσομ’ ἀοιδῆς.