τὸν δ’ αἶψ’ Ἑρμείας ἐριούνιος εἰς χέρα θῆκε δεξάμενος, χαῖρεν δὲ νόῳ περιώσια δαίμων. ῥίμφα δ’ ἐς ἀθανάτων ἕδρας κίε παῖδα καλύψας δέρμασιν ἐν πυκινοῖσιν ὀρεσκῴοιο λαγωοῦ πὰρ δὲ Ζηνὶ κάθιζε καὶ ἄλλοις ἀθανάτοισι,