<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg019.perseus-grc2"><l n="34">νύμφῃ ἐυπλοκάμῳ Δρύοπος φιλότητι μιγῆναι·  </l><l n="35">ἐκ δ’ ἐτέλεσσε γάμον θαλερόν. τέκε δ’ ἐν μεγάροισιν </l><l n="36">Ἑρμείῃ φίλον υἱόν, ἄφαρ τερατωπὸν ἰδέσθαι, </l><l n="37">αἰγιπόδην, δικέρωτα, φιλόκροτον, ἡδυγέλωτα·  </l><l n="38">φεῦγε δ’ ἀναΐξασα, λίπεν δ’ ἄρα παῖδα τιθήνη </l><l n="39">δεῖσε γάρ, ὡς ἴδεν ὄψιν ἀμείλιχον, ἠυγένειον. </l><l n="40">τὸν δ’ αἶψ’ Ἑρμείας ἐριούνιος εἰς χέρα θῆκε </l><l n="41">δεξάμενος, χαῖρεν δὲ νόῳ περιώσια δαίμων. </l><l n="42">ῥίμφα δ’ ἐς ἀθανάτων ἕδρας κίε παῖδα καλύψας </l><l n="43">δέρμασιν ἐν πυκινοῖσιν ὀρεσκῴοιο λαγωοῦ </l><l n="44">πὰρ δὲ Ζηνὶ κάθιζε καὶ ἄλλοις ἀθανάτοισι, </l></div></body></text></TEI>