ἐξίκετ᾽, ἔνθα τέ οἱ τέμενος Κυλληνίου ἐστίν. ἔνθ’ ὅ γε καὶ θεὸς ὢν ψαφαρότριχα μῆλ’ ἐνόμευεν ἀνδρὶ πάρα θνητῷ θάλε γὰρ πόθος ὑγρὸς ἐπελθὼν νύμφῃ ἐυπλοκάμῳ Δρύοπος φιλότητι μιγῆναι· ἐκ δ’ ἐτέλεσσε γάμον θαλερόν. τέκε δ’ ἐν μεγάροισιν Ἑρμείῃ φίλον υἱόν, ἄφαρ τερατωπὸν ἰδέσθαι, αἰγιπόδην, δικέρωτα, φιλόκροτον, ἡδυγέλωτα· φεῦγε δ’ ἀναΐξασα, λίπεν δ’ ἄρα παῖδα τιθήνη δεῖσε γάρ, ὡς ἴδεν ὄψιν ἀμείλιχον, ἠυγένειον. τὸν δ’ αἶψ’ Ἑρμείας ἐριούνιος εἰς χέρα θῆκε δεξάμενος, χαῖρεν δὲ νόῳ περιώσια δαίμων. ῥίμφα δ’ ἐς ἀθανάτων ἕδρας κίε παῖδα καλύψας δέρμασιν ἐν πυκινοῖσιν ὀρεσκῴοιο λαγωοῦ πὰρ δὲ Ζηνὶ κάθιζε καὶ ἄλλοις ἀθανάτοισι, δεῖξε δὲ κοῦρον ἑόν· πάντες δ’ ἄρα θυμὸν ἔτερφθεν ἀθάνατοι, περίαλλα δ’ ὁ Βάκχειος Διόνυσος· Πᾶνα δέ μιν καλέεσκον, ὅτι φρένα πᾶσιν ἔτερψε. καὶ σὺ μὲν οὕτω χαῖρε, ἄναξ, ἵλαμαι δέ σ’ ἀοιδῇ αὐτὰρ ἐγὼ καὶ σεῖο καὶ ἄλλης μνήσομ’ ἀοιδῆς.