καί ῥ’ ὅ γ’ ἐς Ἀρκαδίην πολυπίδακα, μητέρα μήλων, ἐξίκετ᾽, ἔνθα τέ οἱ τέμενος Κυλληνίου ἐστίν. ἔνθ’ ὅ γε καὶ θεὸς ὢν ψαφαρότριχα μῆλ’ ἐνόμευεν ἀνδρὶ πάρα θνητῷ θάλε γὰρ πόθος ὑγρὸς ἐπελθὼν νύμφῃ ἐυπλοκάμῳ Δρύοπος φιλότητι μιγῆναι·