ἐν μαλακῷ λειμῶνι, τόθι κρόκος ἠδ’ ὑάκινθος εὐώδης θαλέθων καταμίσγεται ἄκριτα ποίῃ. ὑμνεῦσιν δὲ θεοὺς μάκαρας καὶ μακρὸν Ὄλυμπον· οἷόν θ’ Ἑρμείην ἐριούνιον ἔξοχον ἄλλων ἔννεπον, ὡς ὅ γ’ ἅπασι θεοῖς θοὸς ἄγγελός ἐστι,