πυκνὰ ποσὶν διέπει, λαῖφος δ’ ἐπὶ νῶτα δαφοινὸν λυγκὸς ἔχει, λιγυρῇσιν ἀγαλλόμενος φρένα μολπαῖς ἐν μαλακῷ λειμῶνι, τόθι κρόκος ἠδ’ ὑάκινθος εὐώδης θαλέθων καταμίσγεται ἄκριτα ποίῃ. ὑμνεῦσιν δὲ θεοὺς μάκαρας καὶ μακρὸν Ὄλυμπον· οἷόν θ’ Ἑρμείην ἐριούνιον ἔξοχον ἄλλων ἔννεπον, ὡς ὅ γ’ ἅπασι θεοῖς θοὸς ἄγγελός ἐστι, καί ῥ’ ὅ γ’ ἐς Ἀρκαδίην πολυπίδακα, μητέρα μήλων, ἐξίκετ᾽, ἔνθα τέ οἱ τέμενος Κυλληνίου ἐστίν. ἔνθ’ ὅ γε καὶ θεὸς ὢν ψαφαρότριχα μῆλ’ ἐνόμευεν ἀνδρὶ πάρα θνητῷ θάλε γὰρ πόθος ὑγρὸς ἐπελθὼν