φοιτῶσαι πύκα ποσσὶν ἐπὶ κρήνῃ μελανύδρῳ μέλπονται· κορυφὴν δὲ περιστένει οὔρεος Ἠχώ· δαίμων δ’ ἔνθα καὶ ἔνθα χορῶν, τοτὲ δ’ ἐς μέσον ἕρπων, πυκνὰ ποσὶν διέπει, λαῖφος δ’ ἐπὶ νῶτα δαφοινὸν λυγκὸς ἔχει, λιγυρῇσιν ἀγαλλόμενος φρένα μολπαῖς