<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg019.perseus-grc2"><l n="12">πολλάκι δ’ ἀργινόεντα διέδραμεν οὔρεα μακρά, </l><l n="13">πολλάκι δ’ ἐν κνημοῖσι διήλασε θῆρας ἐναίρων, </l><l n="14">ὀξέα δερκόμενος·  τότε δ’ ἕσπερος ἔκλαγεν οἶον </l><l n="15">ἄγρης ἐξανιών, δονάκων ὕπο μοῦσαν ἀθύρων </l><l n="16">νήδυμον·  οὐκ ἂν τόν γε παραδράμοι ἐν μελέεσσιν </l><l n="17">ὄρνις, ἥτ’ ἔαρος πολυανθέος ἐν πετάλοισι </l><l n="18">θρῆνον ἐπιπροχέουσ’ ἀχέει μελίγηρυν ἀοιδήν. </l><l n="19">σὺν δέ σφιν τότε Νύμφαι ὀρεστιάδες λιγύμολποι </l><l n="20">φοιτῶσαι πύκα ποσσὶν ἐπὶ κρήνῃ μελανύδρῳ </l><l n="21">μέλπονται·  κορυφὴν δὲ περιστένει οὔρεος Ἠχώ·  </l><l n="22">δαίμων δ’ ἔνθα καὶ ἔνθα χορῶν, τοτὲ δ’ ἐς μέσον ἕρπων, </l></div></body></text></TEI>