<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg019.perseus-grc2"><l n="1"><milestone unit="Para" ed="P"/>ἀμφί μοι Ἑρμείαο φίλον γόνον ἔννεπε, Μοῦσα, </l><l n="2">αἰγιπόδην, δικέρωτα, φιλόκροτον, ὅστ’ ἀνὰ πίση </l><l n="3">δενδρήεντ’ ἄμυδις φοιτᾷ χορογηθέσι νύμφαις, </l><l n="4">αἵ τε κατ’ αἰγίλιπος πέτρης στείβουσι κάρηνα </l><l n="5">Πᾶν’ ἀνακεκλόμεναι, νόμιον θεόν, ἀγλαέθειρον, </l><l n="6">αὐχμήενθ᾽, ὃς πάντα λόφον νιφόεντα λέλογχε </l><l n="7">καὶ κορυφὰς ὀρέων καὶ πετρήεντα κάρηνα. </l><l n="8">φοιτᾷ δ’ ἔνθα καὶ ἔνθα διὰ ῥωπήια πυκνά, </l><l n="9">ἄλλοτε μὲν ῥείθροισιν ἐφελκόμενος μαλακοῖσιν, </l><l n="10">ἄλλοτε δ’ αὖ πέτρῃσιν ἐν ἠλιβάτοισι διοιχνεῖ, </l><l n="11">ἀκροτάτην κορυφὴν μηλοσκόπον εἰσαναβαίνων. </l><l n="12">πολλάκι δ’ ἀργινόεντα διέδραμεν οὔρεα μακρά, </l><l n="13">πολλάκι δ’ ἐν κνημοῖσι διήλασε θῆρας ἐναίρων, </l><l n="14">ὀξέα δερκόμενος·  τότε δ’ ἕσπερος ἔκλαγεν οἶον </l><l n="15">ἄγρης ἐξανιών, δονάκων ὕπο μοῦσαν ἀθύρων </l><l n="16">νήδυμον·  οὐκ ἂν τόν γε παραδράμοι ἐν μελέεσσιν </l><l n="17">ὄρνις, ἥτ’ ἔαρος πολυανθέος ἐν πετάλοισι </l><l n="18">θρῆνον ἐπιπροχέουσ’ ἀχέει μελίγηρυν ἀοιδήν. </l><l n="19">σὺν δέ σφιν τότε Νύμφαι ὀρεστιάδες λιγύμολποι </l><l n="20">φοιτῶσαι πύκα ποσσὶν ἐπὶ κρήνῃ μελανύδρῳ </l><l n="21">μέλπονται·  κορυφὴν δὲ περιστένει οὔρεος Ἠχώ·  </l><l n="22">δαίμων δ’ ἔνθα καὶ ἔνθα χορῶν, τοτὲ δ’ ἐς μέσον ἕρπων, </l><l n="23">πυκνὰ ποσὶν διέπει, λαῖφος δ’ ἐπὶ νῶτα δαφοινὸν </l><l n="24">λυγκὸς ἔχει, λιγυρῇσιν ἀγαλλόμενος φρένα μολπαῖς </l><l n="25">ἐν μαλακῷ λειμῶνι, τόθι κρόκος ἠδ’ ὑάκινθος </l><l n="26">εὐώδης θαλέθων καταμίσγεται ἄκριτα ποίῃ. </l><l n="27"><milestone unit="Para" ed="P"/>ὑμνεῦσιν δὲ θεοὺς μάκαρας καὶ μακρὸν Ὄλυμπον·  </l><l n="28">οἷόν θ’ Ἑρμείην ἐριούνιον ἔξοχον ἄλλων </l><l n="29">ἔννεπον, ὡς ὅ γ’ ἅπασι θεοῖς θοὸς ἄγγελός ἐστι, </l><l n="30">καί ῥ’ ὅ γ’ ἐς Ἀρκαδίην πολυπίδακα, μητέρα μήλων, </l></div></body></text></TEI>