ἀμφί μοι Ἑρμείαο φίλον γόνον ἔννεπε, Μοῦσα, αἰγιπόδην, δικέρωτα, φιλόκροτον, ὅστ’ ἀνὰ πίση δενδρήεντ’ ἄμυδις φοιτᾷ χορογηθέσι νύμφαις, αἵ τε κατ’ αἰγίλιπος πέτρης στείβουσι κάρηνα Πᾶν’ ἀνακεκλόμεναι, νόμιον θεόν, ἀγλαέθειρον, αὐχμήενθ᾽, ὃς πάντα λόφον νιφόεντα λέλογχε καὶ κορυφὰς ὀρέων καὶ πετρήεντα κάρηνα. φοιτᾷ δ’ ἔνθα καὶ ἔνθα διὰ ῥωπήια πυκνά, ἄλλοτε μὲν ῥείθροισιν ἐφελκόμενος μαλακοῖσιν, ἄλλοτε δ’ αὖ πέτρῃσιν ἐν ἠλιβάτοισι διοιχνεῖ, ἀκροτάτην κορυφὴν μηλοσκόπον εἰσαναβαίνων.