ἰητῆρα νόσων Ἀσκληπιὸν ἄρχομʼ ἀείδειν, υἱὸν Ἀπόλλωνος, τὸν ἐγείνατο δῖα Κορωνὶς Δωτίῳ ἐν πεδίῳ, κούρη Φλεγύου βασιλῆος, χάρμα μέγʼ ἀνθρώποισι, κακῶν θελκτῆρʼ ὀδυνάων. καὶ σὺ μὲν οὕτω χαῖρε, ἄναξ· λίτομαι δέ σʼ ἀοιδῇ.