<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg015.perseus-grc2"><l n="1"><milestone unit="Para" ed="P"/>Ἡρακλέα, Διὸς υἱόν, ἀείσομαι, ὃν μέγʼ ἄριστον </l><l n="2">γείνατʼ ἐπιχθονίων Θήβῃς ἔνι καλλιχόροισιν </l><l n="3">Ἀλκμήνη μιχθεῖσα κελαινεφέι Κρονίωνι· </l><l n="4">ὃς πρὶν μὲν κατὰ γαῖαν ἀθέσφατον ἠδὲ θάλασσαν </l><l n="5"> πλαζόμενος πομπῇσιν ὕπʼ Εὐρυσθῆος ἄνακτος </l><l n="6">πολλὰ μὲν αὐτὸς ἔρεξεν ἀτάσθαλα, πολλὰ δʼ ἀνέτλη· </l><l n="7">νῦν δʼ ἤδη κατὰ καλὸν ἕδος νιφόεντος Ὀλύμπου </l><l n="8">ναίει τερπόμενος καὶ ἔχει καλλίσφυρον Ἥβην. </l><l n="9"><milestone unit="Para" ed="P"/>χαῖρε, ἄναξ, Διὸς υἱέ· δίδου δʼ ἀρετήν τε καὶ ὄλβον. </l></div></body></text></TEI>