κυπρογενῆ Κυθέρειαν ἀείσομαι, ἥτε βροτοῖσι μείλιχα δῶρα δίδωσιν, ἐφ’ ἱμερτῷ δὲ προσώπῳ αἰεὶ μειδιάει καὶ ἐφ’ ἱμερτὸν θέει ἄνθος. χαῖρε, θεά, Σαλαμῖνος ἐυκτιμένης μεδέουσα εἰναλίης τε Κύπρου· δὸς δ’ ἱμερόεσσαν ἀοιδήν. αὐτὰρ ἐγὼ καὶ σεῖο καὶ ἄλλης μνήσομ’ ἀοιδῆς.