<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg009.perseus-grc2"><l n="1"><milestone unit="Para" ed="P"/>Ἄρτεμιν ὕμνει, Μοῦσα, κασιγνήτην Ἑκάτοιο. </l><l n="2">παρθένον ἰοχέαιραν, ὁμότροφον Ἀπόλλωνος, </l><l n="3">ἥθʼ ἵππους ἄρσασα βαθυσχοίνοιο Μέλητος </l><l n="4">ῥίμφα διὰ Σμύρνης παγχρύσεον ἅρμα διώκει </l><l n="5">ἐς Κλάρον ἀμπελόεσσαν, ὅθʼ ἀργυρότοξος Ἀπόλλων </l><l n="6">ἧσται μιμνάζων ἑκατηβόλον ἰοχέαιραν. </l><l n="7"><milestone unit="Para" ed="P"/>καὶ σὺ μὲν οὕτω χαῖρε θεαί θʼ ἅμα πᾶσαι ἀοιδῇ· </l><l n="8">αὐτὰρ ἐγώ σε πρῶτα καὶ ἐκ σέθεν ἄρχομʼ ἀείδειν, </l><l n="9">σεῦ δʼ ἐγὼ ἀρξάμενος μεταβήσομαι ἄλλον ἐς ὕμνον. </l></div></body></text></TEI>