<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg007.perseus-grc2"><l n="31">οὕς τε κασιγνήτους, ἐπεὶ ἡμῖν ἔμβαλε δαίμων.<!--<milestone type="endquote"/>--></l><milestone n="32" unit="card"/><l n="32"><milestone unit="Para" n="1" ed="P"/>ὣς εἰπὼν ἱστόν τε καὶ ἱστίον ἕλκετο νηός. </l><l n="33">ἔμπνευσεν δ’ ἄνεμος μέσον ἱστίον·  ἀμφὶ δ’ ἄρ’ ὅπλα </l><l n="34">καττάνυσαν·  τάχα δέ σφιν ἐφαίνετο θαυματὰ ἔργα. </l><l n="35">οἶνος μὲν πρώτιστα θοὴν ἀνὰ νῆα μέλαιναν </l><l n="36">ἡδύποτος κελάρυζ’ εὐώδης, ὤρνυτο δ’ ὀδμὴ </l><l n="37">ἀμβροσίη·  ναύτας δὲ τάφος λάβε πάντας ἰδόντας. </l><l n="38">αὐτίκα δ’ ἀκρότατον παρὰ ἱστίον ἐξετανύσθη </l><l n="39">ἄμπελος ἔνθα καὶ ἔνθα, κατεκρημνῶντο δὲ πολλοὶ </l><l n="40">βότρυες·  ἀμφ’ ἱστὸν δὲ μέλας εἱλίσσετο κισσός, </l><l n="41">ἄνθεσι τηλεθάων, χαρίεις δ’ ἐπὶ καρπὸς ὀρώρει·  </l><l n="42">πάντες δὲ σκαλμοὶ στεφάνους ἔχον·  οἳ δὲ ἰδόντες, </l><l n="43">νῆ’ ἤδη τότ’ ἔπειτα κυβερνήτην ἐκέλευον </l><l n="44">γῇ πελάαν·  ὃ δ’ ἄρα σφι λέων γένετ’ ἔνδοθι νηὸς </l><l n="45">δεινὸς ἐπ’ ἀκροτάτης, μέγα δ’ ἔβραχεν, ἐν δ’ ἄρα μέσσῃ </l><l n="46">ἄρκτον ἐποίησεν λασιαύχενα, σήματα φαίνων·  </l><l n="47">ἂν δ’ ἔστη μεμαυῖα·  λέων δ’ ἐπὶ σέλματος ἄκρου </l><l n="48">δεινὸν ὑπόδρα ἰδών·  οἳ δ’ ἐς πρύμνην ἐφόβηθεν, </l><l n="49">ἀμφὶ κυβερνήτην δὲ σαόφρονα θυμὸν ἔχοντα </l><l n="50">ἔσταν ἄρ’ ἐκπληγέντες·  ὃ δ’ ἐξαπίνης ἐπορούσας </l><l n="51">ἀρχὸν ἕλ᾽, οἳ δὲ θύραζε κακὸν μόρον ἐξαλύοντες </l><l n="52">πάντες ὁμῶς πήδησαν, ἐπεὶ ἴδον, εἰς ἅλα δῖαν, </l><l n="53">δελφῖνες δ’ ἐγένοντο·  κυβερνήτην δ’ ἐλεήσας </l><l n="54">ἔσχεθε καί μιν ἔθηκε πανόλβιον εἶπέ τε μῦθον·  </l><l n="55"><milestone unit="Para" n="1" ed="P"/><!--<milestone type="startquote"/>--> θάρσει, †δῖε κάτωρ†, τῷ ἐμῷ κεχαρισμένε θυμῷ·  </l><l n="56">εἰμὶ δ’ ἐγὼ Διόνυσος ἐρίβρομος, ὃν τέκε μήτηρ </l><l n="57">Καδμηὶς Σεμέλη Διὸς ἐν φιλότητι μιγεῖσα. <!--<milestone type="endquote"/>--> </l><l n="58"><milestone unit="Para" n="1" ed="P"/>χαῖρε, τέκος Σεμέλης εὐώπιδος·  οὐδέ πη ἔστι </l><l n="59">σεῖό γε ληθόμενον γλυκερὴν κοσμῆσαι ἀοιδήν.</l></div></body></text></TEI>