οὕς τε κασιγνήτους, ἐπεὶ ἡμῖν ἔμβαλε δαίμων. ὣς εἰπὼν ἱστόν τε καὶ ἱστίον ἕλκετο νηός. ἔμπνευσεν δ’ ἄνεμος μέσον ἱστίον· ἀμφὶ δ’ ἄρ’ ὅπλα καττάνυσαν· τάχα δέ σφιν ἐφαίνετο θαυματὰ ἔργα. οἶνος μὲν πρώτιστα θοὴν ἀνὰ νῆα μέλαιναν ἡδύποτος κελάρυζ’ εὐώδης, ὤρνυτο δ’ ὀδμὴ ἀμβροσίη· ναύτας δὲ τάφος λάβε πάντας ἰδόντας. αὐτίκα δ’ ἀκρότατον παρὰ ἱστίον ἐξετανύσθη ἄμπελος ἔνθα καὶ ἔνθα, κατεκρημνῶντο δὲ πολλοὶ βότρυες· ἀμφ’ ἱστὸν δὲ μέλας εἱλίσσετο κισσός, ἄνθεσι τηλεθάων, χαρίεις δ’ ἐπὶ καρπὸς ὀρώρει· πάντες δὲ σκαλμοὶ στεφάνους ἔχον· οἳ δὲ ἰδόντες, νῆ’ ἤδη τότ’ ἔπειτα κυβερνήτην ἐκέλευον γῇ πελάαν· ὃ δ’ ἄρα σφι λέων γένετ’ ἔνδοθι νηὸς δεινὸς ἐπ’ ἀκροτάτης, μέγα δ’ ἔβραχεν, ἐν δ’ ἄρα μέσσῃ ἄρκτον ἐποίησεν λασιαύχενα, σήματα φαίνων· ἂν δ’ ἔστη μεμαυῖα· λέων δ’ ἐπὶ σέλματος ἄκρου δεινὸν ὑπόδρα ἰδών· οἳ δ’ ἐς πρύμνην ἐφόβηθεν, ἀμφὶ κυβερνήτην δὲ σαόφρονα θυμὸν ἔχοντα ἔσταν ἄρ’ ἐκπληγέντες· ὃ δ’ ἐξαπίνης ἐπορούσας ἀρχὸν ἕλ᾽, οἳ δὲ θύραζε κακὸν μόρον ἐξαλύοντες πάντες ὁμῶς πήδησαν, ἐπεὶ ἴδον, εἰς ἅλα δῖαν, δελφῖνες δ’ ἐγένοντο· κυβερνήτην δ’ ἐλεήσας ἔσχεθε καί μιν ἔθηκε πανόλβιον εἶπέ τε μῦθον· θάρσει, †δῖε κάτωρ†, τῷ ἐμῷ κεχαρισμένε θυμῷ· εἰμὶ δ’ ἐγὼ Διόνυσος ἐρίβρομος, ὃν τέκε μήτηρ Καδμηὶς Σεμέλη Διὸς ἐν φιλότητι μιγεῖσα. χαῖρε, τέκος Σεμέλης εὐώπιδος· οὐδέ πη ἔστι σεῖό γε ληθόμενον γλυκερὴν κοσμῆσαι ἀοιδήν.