<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg006.perseus-grc2"><l n="1"><milestone unit="Para" ed="P"/>αἰδοίην, χρυσοστέφανον, καλὴν Ἀφροδίτην </l><l n="2">ᾁσομαι, ἣ πάσης Κύπρου κρήδεμνα λέλογχεν </l><l n="3">εἰναλίης, ὅθι μιν Ζεφύρου μένος ὑγρὸν ἀέντος </l><l n="4">ἤνεικεν κατὰ κῦμα πολυφλοίσβοιο θαλάσσης </l><l n="5">ἀφρῷ ἔνι μαλακῷ·  τὴν δὲ χρυσάμπυκες Ὧραι </l><l n="6">δέξαντ’ ἀσπασίως, περὶ δ’ ἄμβροτα εἵματα ἕσσαν·  </l><l n="7">κρατὶ δ’ ἐπ’ ἀθανάτῳ στεφάνην εὔτυκτον ἔθηκαν </l><l n="8">καλήν, χρυσείην·  ἐν δὲ τρητοῖσι λοβοῖσιν </l><l n="9">ἄνθεμ’ ὀρειχάλκου χρυσοῖό τε τιμήεντος·  </l><l n="10">δειρῇ δ’ ἀμφ’ ἁπαλῇ καὶ στήθεσιν ἀργυφέοισιν </l><l n="11">ὅρμοισι χρυσέοισιν ἐκόσμεον, οἷσί περ αὐταὶ </l><l n="12">Ὧραι κοσμείσθην χρυσάμπυκες, ὁππότ’ ἴοιεν </l><l n="13">ἐς χορὸν ἱμερόεντα θεῶν καὶ δώματα πατρός. </l><l n="14">αὐτὰρ ἐπειδὴ πάντα περὶ χροῒ κόσμον ἔθηκαν, </l><l n="15">ἦγον ἐς ἀθανάτους·  οἳ δ’ ἠσπάζοντο ἰδόντες </l><l n="16">χερσί τ’ ἐδεξιόωντο καὶ ἠρήσαντο ἕκαστος  </l><l n="17">εἶναι κουριδίην ἄλοχον καὶ οἴκαδ’ ἄγεσθαι,</l><l n="18">εἶδος θαυμάζοντες ἰοστεφάνου Κυθερείης.</l><l n="19"><milestone unit="Para" ed="P"/>χαῖρ’ ἑλικοβλέφαρε, γλυκυμείλιχε·  δὸς δ’ ἐν ἀγῶνι </l><l n="20">νίκην τῷδε φέρεσθαι, ἐμὴν δ’ ἔντυνον ἀοιδήν. </l><l n="21">αὐτὰρ ἐγὼ καὶ σεῖο καὶ ἄλλης μνήσομ’ ἀοιδῆς.</l></div></body></text></TEI>