<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2"><l n="91"><milestone unit="Para" ed="P"/>Ἀγχίσην δʼ ἔρος εἷλεν, ἔπος δέ μιν ἀντίον ηὔδα· </l><l n="92"><!-- <milestone type="startquote"/> -->χαῖρε, ἄνασσʼ, ἥ τις μακάρων τάδε δώμαθʼ ἱκάνεις, </l><l n="93">Ἄρτεμις ἢ Λητὼ ἠὲ χρυσέη Ἀφροδίτη </l><l n="94">ἢ Θέμις ἠυγενὴς ἠὲ γλαυκῶπις Ἀθήνη, </l><l n="95">ἤ πού τις Χαρίτων δεῦρʼ ἤλυθες, αἵτε θεοῖσι </l><l n="96">πᾶσιν ἑταιρίζουσι καὶ ἀθάνατοι καλέονται, </l><l n="97">ἤ τις Νυμφάων, αἵτʼ ἄλσεα καλὰ νέμονται </l><l n="98">ἢ Νυμφῶν, αἳ καλὸν ὄρος τόδε ναιετάουσι </l><l n="99">καὶ πηγὰς ποταμῶν, καὶ πίσεα ποιήεντα. </l><l n="100">σοὶ δʼ ἐγὼ ἐν σκοπιῇ, περιφαινομένῳ ἐνὶ χώρῳ, </l><l n="101">βωμὸν ποιήσω, ῥέξω δέ τοι ἱερὰ καλὰ </l><l n="102">ὥρῃσιν πάσῃσι. σὺ δʼ εὔφρονα θυμὸν ἔχουσα </l><l n="103">δός με μετὰ Τρώεσσιν ἀριπρεπέʼ ἔμμεναι ἄνδρα, </l><l n="104">ποίει δʼ ἐξοπίσω θαλερὸν γόνον, αὐτὰρ ἔμʼ αὐτὸν </l><l n="105">δηρὸν ἐὺ ζώειν καὶ ὁρᾶν φάος ἠελίοιο, </l><l n="106">ὄλβιον ἐν λαοῖς, καὶ γήραος οὐδὸν ἱκέσθαι.<!-- <milestone type="endquote"/> --></l><milestone unit="card" n="107" ed="P"/><l n="107"><milestone unit="Para" ed="P"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα Διὸς θυγάτηρ Ἀφροδίτη· </l><l n="108"><!-- <milestone type="startquote"/> -->Ἀγχίση, κύδιστε χαμαιγενέων ἀνθρώπων, </l><l n="109">οὔ τίς τοι θεός εἰμι· τί μʼ ἀθανάτῃσιν ἐίσκεις; </l><l n="110">ἀλλὰ καταθνητή τε, γυνὴ δέ με γείνατο μήτηρ. </l><l n="111">Ὀτρεὺς δʼ ἐστὶ πατὴρ ὀνομακλυτός, εἴ που ἀκούεις, </l><l n="112">ὃς πάσης Φρυγίης εὐτειχήτοιο ἀνάσσει. </l><l n="113">γλῶσσαν δʼ ὑμετέρην τε καὶ ἡμετέρην σάφα οἶδα. </l><l n="114">Τρῳὰς γὰρ μεγάρῳ με τροφὸς τρέφεν· ἣ δὲ διαπρὸ </l><l n="115">σμικρὴν παῖδʼ ἀτίταλλε, φίλης παρὰ μητρὸς ἑλοῦσα. </l><l n="116">ὣς δή τοι γλῶσσάν γε καὶ ὑμετέρην εὖ οἶδα. </l><l n="117">νῦν δέ μʼ ἀνήρπαξε χρυσόρραπις Ἀργειφόντης </l><l n="118">ἐκ χοροῦ Ἀρτέμιδος χρυσηλακάτου, κελαδεινῆς. </l><l n="119">πολλαὶ δὲ νύμφαι καὶ παρθένοι ἀλφεσίβοιαι </l><l n="120">παίζομεν, ἀμφὶ δʼ ὅμιλος ἀπείριτος ἐστεφάνωτο. </l></div></body></text></TEI>