καλόν, χρύσειον, παμποίκιλον· ὡς δὲ σελήνη στήθεσιν ἀμφʼ ἁπαλοῖσιν ἐλάμπετο, θαῦμα ἰδέσθαι· εἶχε δʼ ἐπιγναμπτὰς ἕλικας κάλυκάς τε φαεινάς· ὅρμοι δʼ ἀμφʼ ἁπαλῇ δειρῇ περικαλλέες ἦσαν. Ἀγχίσην δʼ ἔρος εἷλεν, ἔπος δέ μιν ἀντίον ηὔδα· χαῖρε, ἄνασσʼ, ἥ τις μακάρων τάδε δώμαθʼ ἱκάνεις, Ἄρτεμις ἢ Λητὼ ἠὲ χρυσέη Ἀφροδίτη ἢ Θέμις ἠυγενὴς ἠὲ γλαυκῶπις Ἀθήνη, ἤ πού τις Χαρίτων δεῦρʼ ἤλυθες, αἵτε θεοῖσι πᾶσιν ἑταιρίζουσι καὶ ἀθάνατοι καλέονται, ἤ τις Νυμφάων, αἵτʼ ἄλσεα καλὰ νέμονται ἢ Νυμφῶν, αἳ καλὸν ὄρος τόδε ναιετάουσι καὶ πηγὰς ποταμῶν, καὶ πίσεα ποιήεντα. σοὶ δʼ ἐγὼ ἐν σκοπιῇ, περιφαινομένῳ ἐνὶ χώρῳ, βωμὸν ποιήσω, ῥέξω δέ τοι ἱερὰ καλὰ ὥρῃσιν πάσῃσι. σὺ δʼ εὔφρονα θυμὸν ἔχουσα δός με μετὰ Τρώεσσιν ἀριπρεπέʼ ἔμμεναι ἄνδρα, ποίει δʼ ἐξοπίσω θαλερὸν γόνον, αὐτὰρ ἔμʼ αὐτὸν δηρὸν ἐὺ ζώειν καὶ ὁρᾶν φάος ἠελίοιο, ὄλβιον ἐν λαοῖς, καὶ γήραος οὐδὸν ἱκέσθαι. τὸν δʼ ἠμείβετʼ ἔπειτα Διὸς θυγάτηρ Ἀφροδίτη· Ἀγχίση, κύδιστε χαμαιγενέων ἀνθρώπων, οὔ τίς τοι θεός εἰμι· τί μʼ ἀθανάτῃσιν ἐίσκεις;