<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2"><l n="61">ἔνθα δέ μιν Χάριτες λοῦσαν καὶ χρῖσαν ἐλαίῳ </l><l n="62">ἀμβρότῳ, οἷα θεοὺς ἐπενήνοθεν αἰὲν ἐόντας, </l><l n="63">ἀμβροσίῳ ἑδανῷ, τό ῥά οἱ τεθυωμένον ἦεν. </l><l n="64">ἑσσαμένη δʼ εὖ πάντα περὶ χροῒ εἵματα καλὰ </l><l n="65">χρυσῷ κοσμηθεῖσα φιλομμειδὴς Ἀφροδίτη </l><l n="66">σεύατʼ ἐπὶ Τροίης προλιποῦσʼ εὐώδεα Κύπρον, </l><l n="67">ὕψι μετὰ νέφεσιν ῥίμφα πρήσσουσα κέλευθον. </l><l n="68">Ἴδην δʼ ἵκανεν πολυπίδακα, μητέρα θηρῶν, </l><l n="69">βῆ δʼ ἰθὺς σταθμοῖο διʼ οὔρεος· οἳ δὲ μετʼ αὐτὴν </l><l n="70">σαίνοντες πολιοί τε λύκοι χαροποί τε λέοντες, </l><l n="71">ἄρκτοι παρδάλιές τε θοαὶ προκάδων ἀκόρητοι </l><l n="72">ἤισαν· ἣ δʼ ὁρόωσα μετὰ φρεσὶ τέρπετο θυμὸν </l><l n="73">καὶ τοῖς ἐν στήθεσσι βάλʼ ἵμερον· οἳ δʼ ἅμα πάντες </l><l n="74">σύνδυο κοιμήσαντο κατὰ σκιόεντας ἐναύλους· <milestone unit="card" n="75" ed="P"/>
      </l><l n="75">αὐτὴ δʼ ἐς κλισίας εὐποιήτους ἀφίκανε· </l><l n="76">τὸν δʼ εὗρε σταθμοῖσι λελειμμένον οἶον ἀπʼ ἄλλων </l><l n="77">Ἀγχίσην ἥρωα, θεῶν ἄπο κάλλος ἔχοντα. </l><l n="78">οἳ δʼ ἅμα βουσὶν ἕποντο νομοὺς κατὰ ποιήεντας </l><l n="79">πάντες· ὃ δὲ σταθμοῖσι λελειμμένος οἶος ἀπʼ ἄλλων </l><l n="80">πωλεῖτʼ ἔνθα καὶ ἔνθα διαπρύσιον κιθαρίζων. </l><l n="81">στῆ δʼ αὐτοῦ προπάροιθε Διὸς θυγάτηρ Ἀφροδίτη </l><l n="82">παρθένῳ ἀδμήτῃ μέγεθος καὶ εἶδος ὁμοίη, </l><l n="83">μή μιν ταρβήσειεν ἐν ὀφθαλμοῖσι νοήσας. </l><l n="84">Ἀγχίσης δʼ ὁρόων ἐφράζετο θαύμαινέν τε </l><l n="85">εἶδός τε μέγεθός τε καὶ εἵματα σιγαλόεντα. </l><l n="86">πέπλόν μὲν γὰρ ἕεστο φαεινότερον πυρὸς αὐγῆς, </l><l n="89">καλόν, χρύσειον, παμποίκιλον· ὡς δὲ σελήνη </l><l n="90">στήθεσιν ἀμφʼ ἁπαλοῖσιν ἐλάμπετο, θαῦμα ἰδέσθαι· </l><l n="87">εἶχε δʼ ἐπιγναμπτὰς ἕλικας κάλυκάς τε φαεινάς· </l><l n="88">ὅρμοι δʼ ἀμφʼ ἁπαλῇ δειρῇ περικαλλέες ἦσαν. </l></div></body></text></TEI>