ἔνθα δέ μιν Χάριτες λοῦσαν καὶ χρῖσαν ἐλαίῳ ἀμβρότῳ, οἷα θεοὺς ἐπενήνοθεν αἰὲν ἐόντας, ἀμβροσίῳ ἑδανῷ, τό ῥά οἱ τεθυωμένον ἦεν. ἑσσαμένη δʼ εὖ πάντα περὶ χροῒ εἵματα καλὰ χρυσῷ κοσμηθεῖσα φιλομμειδὴς Ἀφροδίτη σεύατʼ ἐπὶ Τροίης προλιποῦσʼ εὐώδεα Κύπρον, ὕψι μετὰ νέφεσιν ῥίμφα πρήσσουσα κέλευθον. Ἴδην δʼ ἵκανεν πολυπίδακα, μητέρα θηρῶν, βῆ δʼ ἰθὺς σταθμοῖο διʼ οὔρεος· οἳ δὲ μετʼ αὐτὴν σαίνοντες πολιοί τε λύκοι χαροποί τε λέοντες, ἄρκτοι παρδάλιές τε θοαὶ προκάδων ἀκόρητοι ἤισαν· ἣ δʼ ὁρόωσα μετὰ φρεσὶ τέρπετο θυμὸν καὶ τοῖς ἐν στήθεσσι βάλʼ ἵμερον· οἳ δʼ ἅμα πάντες σύνδυο κοιμήσαντο κατὰ σκιόεντας ἐναύλους· αὐτὴ δʼ ἐς κλισίας εὐποιήτους ἀφίκανε· τὸν δʼ εὗρε σταθμοῖσι λελειμμένον οἶον ἀπʼ ἄλλων Ἀγχίσην ἥρωα, θεῶν ἄπο κάλλος ἔχοντα. οἳ δʼ ἅμα βουσὶν ἕποντο νομοὺς κατὰ ποιήεντας πάντες· ὃ δὲ σταθμοῖσι λελειμμένος οἶος ἀπʼ ἄλλων πωλεῖτʼ ἔνθα καὶ ἔνθα διαπρύσιον κιθαρίζων. στῆ δʼ αὐτοῦ προπάροιθε Διὸς θυγάτηρ Ἀφροδίτη παρθένῳ ἀδμήτῃ μέγεθος καὶ εἶδος ὁμοίη, μή μιν ταρβήσειεν ἐν ὀφθαλμοῖσι νοήσας. Ἀγχίσης δʼ ὁρόων ἐφράζετο θαύμαινέν τε εἶδός τε μέγεθός τε καὶ εἵματα σιγαλόεντα. πέπλόν μὲν γὰρ ἕεστο φαεινότερον πυρὸς αὐγῆς, καλόν, χρύσειον, παμποίκιλον· ὡς δὲ σελήνη στήθεσιν ἀμφʼ ἁπαλοῖσιν ἐλάμπετο, θαῦμα ἰδέσθαι· εἶχε δʼ ἐπιγναμπτὰς ἕλικας κάλυκάς τε φαεινάς· ὅρμοι δʼ ἀμφʼ ἁπαλῇ δειρῇ περικαλλέες ἦσαν.