<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2"><l n="31">πᾶσιν δʼ ἐν νηοῖσι θεῶν τιμάοχός ἐστι </l><l n="32">καὶ παρὰ πᾶσι βροτοῖσι θεῶν πρέσβειρα τέτυκται. <milestone unit="card" n="33" ed="P"/>
      </l><l n="33"><milestone unit="Para" ed="P"/>τάων οὐ δύναται πεπιθεῖν φρένας οὐδʼ ἀπατῆσαι· </l><l n="34">τῶν δʼ ἄλλων οὔ πέρ τι πεφυγμένον ἔστʼ Ἀφροδίτην </l><l n="35">οὔτε θεῶν μακάρων οὔτε θνητῶν ἀνθρώπων. </l><l n="36">καί τε παρὲκ Ζηνὸς νόον ἤγαγε τερπικεραύνου, </l><l n="37">ὅστε μέγιστός τʼ ἐστὶ μεγίστης τʼ ἔμμορε τιμῆς. </l><l n="38">καί τε τοῦ, εὖτʼ ἐθέλοι, πυκινὰς φρένας ἐξαπαφοῦσα </l><l n="39">ῥηιδίως συνέμιξε καταθνητῇσι γυναιξίν, </l><l n="40">Ἥρης ἐκλελαθοῦσα, κασιγνήτης ἀλόχου τε, </l><l n="41">ἣ μέγα εἶδος ἀρίστη ἐν ἀθανάτῃσι θεῇσι. </l><l n="42">κυδίστην δʼ ἄρα μιν τέκετο Κρόνος ἀγκυλομήτης </l><l n="43">μήτηρ τε Ῥείη· Ζεὺς δʼ ἄφθιτα μήδεα εἰδὼς </l><l n="44">αἰδοίην ἄλοχον ποιήσατο κέδνʼ εἰδυῖαν. </l><l n="45"><milestone unit="Para" ed="P"/>τῇ δὲ καὶ αὐτῇ Ζεὺς γλυκὺν ἵμερον ἔμβαλε θυμῷ </l><l n="46">ἀνδρὶ καταθνητῷ μιχθήμεναι, ὄφρα τάχιστα </l><l n="47">μηδʼ αὐτὴ βροτέης εὐνῆς ἀποεργμένη εἴη, </l><l n="48">καί ποτʼ ἐπευξαμένη εἴπῃ μετὰ πᾶσι θεοῖσιν </l><l n="49">ἡδὺ γελοιήσασα, φιλομμειδὴς Ἀφροδίτη, </l><l n="50">ὤς ῥα θεοὺς συνέμιξε καταθνητῇσι γυναιξί, </l><l n="51">καί τε καταθνητοὺς υἱεῖς τέκον ἀθανάτοισιν, </l><l n="52">ὥς τε θεὰς ἀνέμιξε καταθνητοῖς ἀνθρώποις. </l><l n="53"><milestone unit="Para" ed="P"/>Ἀγχίσεω δʼ ἄρα οἱ γλυκὺν ἵμερον ἔμβαλε θυμῷ, </l><l n="54">ὃς τότʼ ἐν ἀκροπόλοις ὄρεσιν πολυπιδάκου Ἴδης </l><l n="55">βουκολέεσκεν βοῦς δέμας ἀθανάτοισιν ἐοικώς. </l><l n="56">τὸν δὴ ἔπειτα ἰδοῦσα φιλομμειδὴς Ἀφροδίτη </l><l n="57">ἠράσατʼ, ἔκπαγλος δὲ κατὰ φρένας ἵμερος εἷλεν. </l><l n="58">ἐς Κύπρον δʼ ἐλθοῦσα θυώδεα νηὸν ἔδυνεν, </l><l n="59">ἐς Πάφον· ἔνθα δέ οἱ τέμενος βωμός τε θυώδης. </l><l n="60">ἐνθʼ ἥ γʼ εἰσελθοῦσα θύρας ἐπέθηκε φαεινάς· </l></div></body></text></TEI>