πᾶσιν δʼ ἐν νηοῖσι θεῶν τιμάοχός ἐστι καὶ παρὰ πᾶσι βροτοῖσι θεῶν πρέσβειρα τέτυκται. τάων οὐ δύναται πεπιθεῖν φρένας οὐδʼ ἀπατῆσαι· τῶν δʼ ἄλλων οὔ πέρ τι πεφυγμένον ἔστʼ Ἀφροδίτην οὔτε θεῶν μακάρων οὔτε θνητῶν ἀνθρώπων. καί τε παρὲκ Ζηνὸς νόον ἤγαγε τερπικεραύνου, ὅστε μέγιστός τʼ ἐστὶ μεγίστης τʼ ἔμμορε τιμῆς. καί τε τοῦ, εὖτʼ ἐθέλοι, πυκινὰς φρένας ἐξαπαφοῦσα ῥηιδίως συνέμιξε καταθνητῇσι γυναιξίν, Ἥρης ἐκλελαθοῦσα, κασιγνήτης ἀλόχου τε, ἣ μέγα εἶδος ἀρίστη ἐν ἀθανάτῃσι θεῇσι. κυδίστην δʼ ἄρα μιν τέκετο Κρόνος ἀγκυλομήτης μήτηρ τε Ῥείη· Ζεὺς δʼ ἄφθιτα μήδεα εἰδὼς αἰδοίην ἄλοχον ποιήσατο κέδνʼ εἰδυῖαν. τῇ δὲ καὶ αὐτῇ Ζεὺς γλυκὺν ἵμερον ἔμβαλε θυμῷ ἀνδρὶ καταθνητῷ μιχθήμεναι, ὄφρα τάχιστα μηδʼ αὐτὴ βροτέης εὐνῆς ἀποεργμένη εἴη, καί ποτʼ ἐπευξαμένη εἴπῃ μετὰ πᾶσι θεοῖσιν ἡδὺ γελοιήσασα, φιλομμειδὴς Ἀφροδίτη, ὤς ῥα θεοὺς συνέμιξε καταθνητῇσι γυναιξί, καί τε καταθνητοὺς υἱεῖς τέκον ἀθανάτοισιν, ὥς τε θεὰς ἀνέμιξε καταθνητοῖς ἀνθρώποις. Ἀγχίσεω δʼ ἄρα οἱ γλυκὺν ἵμερον ἔμβαλε θυμῷ, ὃς τότʼ ἐν ἀκροπόλοις ὄρεσιν πολυπιδάκου Ἴδης βουκολέεσκεν βοῦς δέμας ἀθανάτοισιν ἐοικώς. τὸν δὴ ἔπειτα ἰδοῦσα φιλομμειδὴς Ἀφροδίτη ἠράσατʼ, ἔκπαγλος δὲ κατὰ φρένας ἵμερος εἷλεν. ἐς Κύπρον δʼ ἐλθοῦσα θυώδεα νηὸν ἔδυνεν, ἐς Πάφον· ἔνθα δέ οἱ τέμενος βωμός τε θυώδης. ἐνθʼ ἥ γʼ εἰσελθοῦσα θύρας ἐπέθηκε φαεινάς·