<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2"><l n="271">φλοιὸς δʼ ἀμφιπεριφθινύθει, πίπτουσι δʼ ἄπʼ ὄζοι, </l><l n="272">τῶν δέ θʼ ὁμοῦ ψυχὴ λείπει φάος ἠελίοιο. </l><l n="273">αἳ μὲν ἐμὸν θρέψουσι παρὰ σφίσιν υἱὸν ἔχουσαι. </l><l n="274">τὸν μὲν ἐπὴν δὴ πρῶτον ἕλῃ πολυήρατος ἥβη, </l><l n="275">ἄξουσίν σοι δεῦρο θεαὶ δείξουσί τε παῖδα. </l><l n="276">σοὶ δʼ ἐγώ, ὄφρα κε ταῦτα μετὰ φρεσὶ πάντα διέλθω, </l><l n="277">ἐς πέμπτον ἔτος αὖτις ἐλεύσομαι υἱὸν ἄγουσα. </l><l n="278">τὸν μὲν ἐπὴν δὴ πρῶτον ἴδῃς θάλος ὀφθαλμοῖσι, </l><l n="279">γηθήσεις ὁρόων· μάλα γὰρ θεοείκελος ἔσται· </l><l n="280">ἄξεις δʼ αὐτίκα νιν ποτὶ Ἴλιον ἠνεμόεσσαν. </l><l n="281">ἢν δέ τις εἴρηταί σε καταθνητῶν ἀνθρώπων, </l><l n="282">ἥ τις σοι φίλον υἱὸν ὑπὸ ζώνῃ θέτο μήτηρ, </l><l n="283">τῷ δὲ σὺ μυθεῖσθαι μεμνημένος, ὥς σε κελεύω· </l><l n="284">φάσθαι τοι Νύμφης καλυκώπιδος ἔκγονον εἶναι, </l><l n="285">αἳ τόδε ναιετάουσιν ὄρος καταειμένον ὕλῃ. </l><l n="286">εἰ δέ κεν ἐξείπῃς καὶ ἐπεύξεαι ἄφρονι θυμῷ </l><l n="287">ἐν φιλότητι μιγῆναι ἐυστεφάνῳ Κυθερείῃ, </l><l n="288">Ζεύς σε χολωσάμενος βαλέει ψολόεντι κεραυνῷ. </l><l n="289">εἴρηταί τοι πάντα· σὺ δὲ φρεσὶ σῇσι νοήσας, </l><l n="290">ἴσχεο μηδʼ ὀνόμαινε, θεῶν δʼ ἐποπίζεο μῆνιν.<!-- <milestone type="endquote"/> --></l><l n="291"><milestone unit="Para" ed="P"/>ὣς εἰποῦσʼ ἤιξε πρὸς οὐρανὸν ἠνεμόεντα. </l><l n="292"><milestone unit="Para" ed="P"/>χαῖρε, θεά, Κύπροιο ἐυκτιμένης μεδέουσα· </l><l n="293">σεῦ δʼ ἐγὼ ἀρξάμενος μεταβήσομαι ἄλλον ἐς ὕμνον. </l></div></body></text></TEI>