φλοιὸς δʼ ἀμφιπεριφθινύθει, πίπτουσι δʼ ἄπʼ ὄζοι, τῶν δέ θʼ ὁμοῦ ψυχὴ λείπει φάος ἠελίοιο. αἳ μὲν ἐμὸν θρέψουσι παρὰ σφίσιν υἱὸν ἔχουσαι. τὸν μὲν ἐπὴν δὴ πρῶτον ἕλῃ πολυήρατος ἥβη, ἄξουσίν σοι δεῦρο θεαὶ δείξουσί τε παῖδα. σοὶ δʼ ἐγώ, ὄφρα κε ταῦτα μετὰ φρεσὶ πάντα διέλθω, ἐς πέμπτον ἔτος αὖτις ἐλεύσομαι υἱὸν ἄγουσα. τὸν μὲν ἐπὴν δὴ πρῶτον ἴδῃς θάλος ὀφθαλμοῖσι, γηθήσεις ὁρόων· μάλα γὰρ θεοείκελος ἔσται· ἄξεις δʼ αὐτίκα νιν ποτὶ Ἴλιον ἠνεμόεσσαν. ἢν δέ τις εἴρηταί σε καταθνητῶν ἀνθρώπων, ἥ τις σοι φίλον υἱὸν ὑπὸ ζώνῃ θέτο μήτηρ, τῷ δὲ σὺ μυθεῖσθαι μεμνημένος, ὥς σε κελεύω· φάσθαι τοι Νύμφης καλυκώπιδος ἔκγονον εἶναι, αἳ τόδε ναιετάουσιν ὄρος καταειμένον ὕλῃ. εἰ δέ κεν ἐξείπῃς καὶ ἐπεύξεαι ἄφρονι θυμῷ ἐν φιλότητι μιγῆναι ἐυστεφάνῳ Κυθερείῃ, Ζεύς σε χολωσάμενος βαλέει ψολόεντι κεραυνῷ. εἴρηταί τοι πάντα· σὺ δὲ φρεσὶ σῇσι νοήσας, ἴσχεο μηδʼ ὀνόμαινε, θεῶν δʼ ἐποπίζεο μῆνιν. ὣς εἰποῦσʼ ἤιξε πρὸς οὐρανὸν ἠνεμόεντα. χαῖρε, θεά, Κύπροιο ἐυκτιμένης μεδέουσα· σεῦ δʼ ἐγὼ ἀρξάμενος μεταβήσομαι ἄλλον ἐς ὕμνον.