ἔσσεται ἤματα πάντα διαμπερὲς εἵνεκα σεῖο, οἳ πρὶν ἐμοὺς ὀάρους καὶ μήτιας, αἷς ποτε πάντας ἀθανάτους συνέμιξα καταθνητῇσι γυναιξί, τάρβεσκον· πάντας γὰρ ἐμὸν δάμνασκε νόημα. νῦν δὲ δὴ οὐκέτι μοι στόμα χείσεται ἐξονομῆναι τοῦτο μετʼ ἀθανάτοισιν, ἐπεὶ μάλα πολλὸν ἀάσθην, σχέτλιον, οὐκ ὀνοταστόν, ἀπεπλάγχθην δὲ νόοιο, παῖδα δʼ ὑπὸ ζώνῃ ἐθέμην βροτῷ εὐνηθεῖσα. τὸν μέν, ἐπὴν δὴ πρῶτον ἴδῃ φάος ἠελίοιο, Νύμφαι μιν θρέψουσιν ὀρεσκῷοι βαθύκολποι, αἳ τόδε ναιετάουσιν ὄρος μέγα τε ζάθεόν τε· αἵ ῥʼ οὔτε θνητοῖς οὔτʼ ἀθανάτοισιν ἕπονται. δηρὸν μὲν ζώουσι καὶ ἄμβροτον εἶδαρ ἔδουσι καί τε μετʼ ἀθανάτοισι καλὸν χορὸν ἐρρώσαντο. τῇσι δὲ Σειληνοὶ καὶ ἐύσκοπος Ἀργειφόντης μίσγοντʼ ἐν φιλότητι μυχῷ σπείων ἐροέντων. τῇσι δʼ ἅμʼ ἢ ἐλάται ἠὲ δρύες ὑψικάρηνοι γεινομένῃσιν ἔφυσαν ἐπὶ χθονὶ βωτιανείρῃ, καλαί, τηλεθάουσαι, ἐν οὔρεσιν ὑψηλοῖσιν. ἑστᾶσʼ ἠλίβατοι, τεμένη δέ ἑ κικλήσκουσιν ἀθανάτων· τὰς δʼ οὔ τι βροτοὶ κείρουσι σιδήρῳ· ἀλλʼ ὅτε κεν δὴ μοῖρα παρεστήκῃ θανάτοιο, ἀζάνεται μὲν πρῶτον ἐπὶ χθονὶ δένδρεα καλά,