<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2"><l n="225">τὸν δʼ ἦ τοι εἵως μὲν ἔχεν πολυήρατος ἥβη, </l><l n="226">Ἠοῖ τερπόμενος χρυσοθρόνῳ, ἠριγενείῃ </l><l n="227">ναῖε παρʼ Ὠκεανοῖο ῥοῇς ἐπὶ πείρασι γαίης· </l><l n="228">αὐτὰρ ἐπεὶ πρῶται πολιαὶ κατέχυντο ἔθειραι </l><l n="229">καλῆς ἐκ κεφαλῆς εὐηγενέος τε γενείου, </l><l n="230">τοῦ δʼ ἦ τοι εὐνῆς μὲν ἀπείχετο πότνια Ἠώς, </l><l n="231">αὐτὸν δʼ αὖτʼ ἀτίταλλεν ἐνὶ μεγάροισιν ἔχουσα, </l><l n="232">σίτῳ τʼ ἀμβροσίῃ τε καὶ εἵματα καλὰ διδοῦσα. </l><l n="233">ἀλλʼ ὅτε δὴ πάμπαν στυγερὸν κατὰ γῆρας ἔπειγεν, </l><l n="234">οὐδέ τι κινῆσαι μελέων δύνατʼ οὐδʼ ἀναεῖραι, </l><l n="235">ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή· </l><l n="236">ἐν θαλάμῳ κατέθηκε, θύρας δʼ ἐπέθηκε φαεινάς. </l><l n="237">τοῦ δʼ ἦ τοι φωνὴ ῥέει ἄσπετος, οὐδέ τι κῖκυς </l><l n="238">ἔσθʼ, οἵη πάρος ἔσκεν ἐνὶ γναμπτοῖσι μέλεσσιν. </l><l n="239"><milestone unit="Para" ed="P"/>οὐκ ἂν ἐγώ γε σὲ τοῖον ἐν ἀθανάτοισιν ἑλοίμην </l><l n="240">ἀθάνατόν τʼ εἶναι καὶ ζώειν ἤματα πάντα. </l><l n="241">ἀλλʼ εἰ μὲν τοιοῦτος ἐὼν εἶδός τε δέμας τε </l><l n="242">ζώοις ἡμέτερός τε πόσις κεκλημένος εἴης, </l><l n="243">οὐκ ἂν ἔπειτά μʼ ἄχος πυκινὰς φρένας ἀμφικαλύπτοι. </l><l n="244">νῦν δέ σε μὲν τάχα γῆρας ὁμοίιον ἀμφικαλύψει </l><l n="245">νηλειές, τό τʼ ἔπειτα παρίσταται ἀνθρώποισιν, </l><l n="246">οὐλόμενον, καματηρόν, ὅτε στυγέουσι θεοί περ. <milestone unit="card" n="247" ed="P"/>
        </l><l n="247"><milestone unit="Para" ed="P"/>αὐτὰρ ἐμοὶ μέγʼ ὄνειδος ἐν ἀθανάτοισι θεοῖσιν </l></div></body></text></TEI>