τὸν δʼ ἦ τοι εἵως μὲν ἔχεν πολυήρατος ἥβη, Ἠοῖ τερπόμενος χρυσοθρόνῳ, ἠριγενείῃ ναῖε παρʼ Ὠκεανοῖο ῥοῇς ἐπὶ πείρασι γαίης· αὐτὰρ ἐπεὶ πρῶται πολιαὶ κατέχυντο ἔθειραι καλῆς ἐκ κεφαλῆς εὐηγενέος τε γενείου, τοῦ δʼ ἦ τοι εὐνῆς μὲν ἀπείχετο πότνια Ἠώς, αὐτὸν δʼ αὖτʼ ἀτίταλλεν ἐνὶ μεγάροισιν ἔχουσα, σίτῳ τʼ ἀμβροσίῃ τε καὶ εἵματα καλὰ διδοῦσα. ἀλλʼ ὅτε δὴ πάμπαν στυγερὸν κατὰ γῆρας ἔπειγεν, οὐδέ τι κινῆσαι μελέων δύνατʼ οὐδʼ ἀναεῖραι, ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή· ἐν θαλάμῳ κατέθηκε, θύρας δʼ ἐπέθηκε φαεινάς. τοῦ δʼ ἦ τοι φωνὴ ῥέει ἄσπετος, οὐδέ τι κῖκυς ἔσθʼ, οἵη πάρος ἔσκεν ἐνὶ γναμπτοῖσι μέλεσσιν. οὐκ ἂν ἐγώ γε σὲ τοῖον ἐν ἀθανάτοισιν ἑλοίμην ἀθάνατόν τʼ εἶναι καὶ ζώειν ἤματα πάντα. ἀλλʼ εἰ μὲν τοιοῦτος ἐὼν εἶδός τε δέμας τε ζώοις ἡμέτερός τε πόσις κεκλημένος εἴης, οὐκ ἂν ἔπειτά μʼ ἄχος πυκινὰς φρένας ἀμφικαλύπτοι. νῦν δέ σε μὲν τάχα γῆρας ὁμοίιον ἀμφικαλύψει νηλειές, τό τʼ ἔπειτα παρίσταται ἀνθρώποισιν, οὐλόμενον, καματηρόν, ὅτε στυγέουσι θεοί περ. αὐτὰρ ἐμοὶ μέγʼ ὄνειδος ἐν ἀθανάτοισι θεοῖσιν