ἵππους ἀρσίποδας, τοί τʼ ἀθανάτους φορέουσι. τούς οἱ δῶρον ἔδωκεν ἔχειν· εἶπεν δὲ ἕκαστα Ζηνὸς ἐφημοσύνῃσι διάκτορος Ἀργειφόντης, ὡς ἔοι ἀθάνατος καὶ ἀγήρως ἶσα θεοῖσιν. αὐτὰρ ἐπειδὴ Ζηνὸς ὅ γʼ ἔκλυεν ἀγγελιάων, οὐκέτʼ ἔπειτα γόασκε, γεγήθει δὲ φρένας ἔνδον, γηθόσυνος δʼ ἵπποισιν ἀελλοπόδεσσιν ὀχεῖτο. ὣς δʼ αὖ Τιθωνὸν χρυσόθρονος ἥρπασεν Ἠώς, ὑμετέρης γενεῆς, ἐπιείκελον ἀθανάτοισι. Βῆ δʼ ἴμεν αἰτήσουσα κελαινεφέα Κρονίωνα, ἀθάνατόν τʼ εἶναι καὶ ζώειν ἤματα πάντα· τῇ δὲ Ζεὺς ἐπένευσε καὶ ἐκρήηνεν ἐέλδωρ. νηπίη, οὐδʼ ἐνόησε μετὰ φρεσὶ πότνια Ἠὼς ἥβην αἰτῆσαι ξῦσαί τʼ ἄπο γῆρας ὀλοιόν. τὸν δʼ ἦ τοι εἵως μὲν ἔχεν πολυήρατος ἥβη, Ἠοῖ τερπόμενος χρυσοθρόνῳ, ἠριγενείῃ ναῖε παρʼ Ὠκεανοῖο ῥοῇς ἐπὶ πείρασι γαίης· αὐτὰρ ἐπεὶ πρῶται πολιαὶ κατέχυντο ἔθειραι καλῆς ἐκ κεφαλῆς εὐηγενέος τε γενείου, τοῦ δʼ ἦ τοι εὐνῆς μὲν ἀπείχετο πότνια Ἠώς, αὐτὸν δʼ αὖτʼ ἀτίταλλεν ἐνὶ μεγάροισιν ἔχουσα, σίτῳ τʼ ἀμβροσίῃ τε καὶ εἵματα καλὰ διδοῦσα. ἀλλʼ ὅτε δὴ πάμπαν στυγερὸν κατὰ γῆρας ἔπειγεν, οὐδέ τι κινῆσαι μελέων δύνατʼ οὐδʼ ἀναεῖραι, ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή· ἐν θαλάμῳ κατέθηκε, θύρας δʼ ἐπέθηκε φαεινάς. τοῦ δʼ ἦ τοι φωνὴ ῥέει ἄσπετος, οὐδέ τι κῖκυς ἔσθʼ, οἵη πάρος ἔσκεν ἐνὶ γναμπτοῖσι μέλεσσιν. οὐκ ἂν ἐγώ γε σὲ τοῖον ἐν ἀθανάτοισιν ἑλοίμην ἀθάνατόν τʼ εἶναι καὶ ζώειν ἤματα πάντα.