<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2"><l n="202"><milestone unit="Para" ed="P"/>ἦ τοι μὲν ξανθὸν Γανυμήδεα μητιέτα Ζεὺς </l><l n="203">ἥρπασε ὃν διὰ κάλλος, ἵνʼ ἀθανάτοισι μετείη </l><l n="204">καί τε Διὸς κατὰ δῶμα θεοῖς ἐπιοινοχοεύοι, </l><l n="205">θαῦμα ἰδεῖν, πάντεσσι τετιμένος ἀθανάτοισι, </l><l n="206">χρυσέου ἐκ κρητῆρος ἀφύσσων νέκταρ ἐρυθρόν. </l><l n="207">Τρῶα δὲ πένθος ἄλαστον ἔχε φρένας, οὐδέ τι ᾔδει, </l><l n="208">ὅππη οἱ φίλον υἱὸν ἀνήρπασε θέσπις ἄελλα· </l><l n="209">τὸν δὴ ἔπειτα γόασκε διαμπερὲς ἤματα πάντα </l><l n="210">καί μιν Ζεὺς ἐλέησε, δίδου δέ οἱ υἷος ἄποινα, </l><l n="211">ἵππους ἀρσίποδας, τοί τʼ ἀθανάτους φορέουσι. </l><l n="212">τούς οἱ δῶρον ἔδωκεν ἔχειν· εἶπεν δὲ ἕκαστα </l><l n="213">Ζηνὸς ἐφημοσύνῃσι διάκτορος Ἀργειφόντης, </l><l n="214">ὡς ἔοι ἀθάνατος καὶ ἀγήρως ἶσα θεοῖσιν. </l><l n="215">αὐτὰρ ἐπειδὴ Ζηνὸς ὅ γʼ ἔκλυεν ἀγγελιάων, </l><l n="216">οὐκέτʼ ἔπειτα γόασκε, γεγήθει δὲ φρένας ἔνδον, </l><l n="217">γηθόσυνος δʼ ἵπποισιν ἀελλοπόδεσσιν ὀχεῖτο. <milestone unit="card" n="218" ed="P"/>
        </l><l n="218"><milestone unit="Para" ed="P"/>ὣς δʼ αὖ Τιθωνὸν χρυσόθρονος ἥρπασεν Ἠώς, </l><l n="219">ὑμετέρης γενεῆς, ἐπιείκελον ἀθανάτοισι. </l><l n="220">Βῆ δʼ ἴμεν αἰτήσουσα κελαινεφέα Κρονίωνα, </l><l n="221">ἀθάνατόν τʼ εἶναι καὶ ζώειν ἤματα πάντα· </l><l n="222">τῇ δὲ Ζεὺς ἐπένευσε καὶ ἐκρήηνεν ἐέλδωρ. </l><l n="223">νηπίη, οὐδʼ ἐνόησε μετὰ φρεσὶ πότνια Ἠὼς </l><l n="224">ἥβην αἰτῆσαι ξῦσαί τʼ ἄπο γῆρας ὀλοιόν. </l></div></body></text></TEI>