ἦ τοι μὲν ξανθὸν Γανυμήδεα μητιέτα Ζεὺς ἥρπασε ὃν διὰ κάλλος, ἵνʼ ἀθανάτοισι μετείη καί τε Διὸς κατὰ δῶμα θεοῖς ἐπιοινοχοεύοι, θαῦμα ἰδεῖν, πάντεσσι τετιμένος ἀθανάτοισι, χρυσέου ἐκ κρητῆρος ἀφύσσων νέκταρ ἐρυθρόν. Τρῶα δὲ πένθος ἄλαστον ἔχε φρένας, οὐδέ τι ᾔδει, ὅππη οἱ φίλον υἱὸν ἀνήρπασε θέσπις ἄελλα· τὸν δὴ ἔπειτα γόασκε διαμπερὲς ἤματα πάντα καί μιν Ζεὺς ἐλέησε, δίδου δέ οἱ υἷος ἄποινα, ἵππους ἀρσίποδας, τοί τʼ ἀθανάτους φορέουσι. τούς οἱ δῶρον ἔδωκεν ἔχειν· εἶπεν δὲ ἕκαστα Ζηνὸς ἐφημοσύνῃσι διάκτορος Ἀργειφόντης, ὡς ἔοι ἀθάνατος καὶ ἀγήρως ἶσα θεοῖσιν. αὐτὰρ ἐπειδὴ Ζηνὸς ὅ γʼ ἔκλυεν ἀγγελιάων, οὐκέτʼ ἔπειτα γόασκε, γεγήθει δὲ φρένας ἔνδον, γηθόσυνος δʼ ἵπποισιν ἀελλοπόδεσσιν ὀχεῖτο. ὣς δʼ αὖ Τιθωνὸν χρυσόθρονος ἥρπασεν Ἠώς, ὑμετέρης γενεῆς, ἐπιείκελον ἀθανάτοισι. Βῆ δʼ ἴμεν αἰτήσουσα κελαινεφέα Κρονίωνα, ἀθάνατόν τʼ εἶναι καὶ ζώειν ἤματα πάντα· τῇ δὲ Ζεὺς ἐπένευσε καὶ ἐκρήηνεν ἐέλδωρ. νηπίη, οὐδʼ ἐνόησε μετὰ φρεσὶ πότνια Ἠὼς ἥβην αἰτῆσαι ξῦσαί τʼ ἄπο γῆρας ὀλοιόν.