<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2"><l n="181">ὡς δὲ ἴδεν δειρήν τε καὶ ὄμματα κάλʼ Ἀφροδίτης, </l><l n="182">τάρβησέν τε καὶ ὄσσε παρακλιδὸν ἔτραπεν ἄλλῃ· </l><l n="183">ἂψ δʼ αὖτις χλαίνῃ τε καλύψατο καλὰ πρόσωπα </l><l n="184">καί μιν λισσόμενος ἔπεα πτερόεντα προσηύδα· </l><l n="185"><milestone unit="Para" ed="P"/><!-- <milestone type="startquote"/> -->αὐτίκα σʼ ὡς τὰ πρῶτα, θεά, ἴδον ὀφθαλμοῖσιν, </l><l n="186">ἔγνων ὡς θεὸς ἦσθα· σὺ δʼ οὐ νημερτὲς ἔειπες. </l><l n="187">ἀλλά σε πρὸς Ζηνὸς γουνάζομαι αἰγιόχοιο, </l><l n="188">μή με ζῶντʼ ἀμενηνὸν ἐν ἀνθρώποισιν ἐάσῃς </l><l n="189">ναίειν, ἀλλʼ ἐλέαιρʼ· ἐπεὶ οὐ βιοθάλμιος ἀνὴρ </l><l n="190">γίγνεται, ὅς τε θεαῖς εὐνάζεται ἀθανάτῃσι.<!-- <milestone type="endquote"/> --></l><l n="191"><milestone unit="Para" ed="P"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα Διὸς θυγάτηρ Ἀφροδίτη· </l><l n="192"><!-- <milestone type="startquote"/> -->Ἀγχίση, κύδιστε καταθνητῶν ἀνθρώπων, </l><l n="193">θάρσει, μηδέ τι σῇσι μετὰ φρεσὶ δείδιθι λίην· </l><l n="194">οὐ γάρ τοί τι δέος παθέειν κακὸν ἐξ ἐμέθεν γε, </l><l n="195">οὐδʼ ἄλλων μακάρων· ἐπεὶ ἦ φίλος ἐσσὶ θεοῖσι. </l><l n="196">σοὶ δʼ ἔσται φίλος υἱός, ὃς ἐν Τρώεσσιν ἀνάξει </l><l n="197">καὶ παῖδες παίδεσσι διαμπερὲς ἐκγεγάοντες· </l><l n="198">τῷ δὲ καὶ Αἰνείας ὄνομʼ ἔσσεται, οὕνεκα μʼ αἰνὸν </l><l n="199">ἔσχεν ἄχος, ἕνεκα βροτοῦ ἀνέρος ἔμπεσον εὐνῇ· </l><l n="200">ἀγχίθεοι δὲ μάλιστα καταθνητῶν ἀνθρώπων </l><l n="201">αἰεὶ ἀφʼ ὑμετέρης γενεῆς εἶδός τε φυήν τε. </l><l n="202"><milestone unit="Para" ed="P"/>ἦ τοι μὲν ξανθὸν Γανυμήδεα μητιέτα Ζεὺς </l><l n="203">ἥρπασε ὃν διὰ κάλλος, ἵνʼ ἀθανάτοισι μετείη </l><l n="204">καί τε Διὸς κατὰ δῶμα θεοῖς ἐπιοινοχοεύοι, </l><l n="205">θαῦμα ἰδεῖν, πάντεσσι τετιμένος ἀθανάτοισι, </l><l n="206">χρυσέου ἐκ κρητῆρος ἀφύσσων νέκταρ ἐρυθρόν. </l><l n="207">Τρῶα δὲ πένθος ἄλαστον ἔχε φρένας, οὐδέ τι ᾔδει, </l><l n="208">ὅππη οἱ φίλον υἱὸν ἀνήρπασε θέσπις ἄελλα· </l><l n="209">τὸν δὴ ἔπειτα γόασκε διαμπερὲς ἤματα πάντα </l><l n="210">καί μιν Ζεὺς ἐλέησε, δίδου δέ οἱ υἷος ἄποινα, </l></div></body></text></TEI>