ὡς δὲ ἴδεν δειρήν τε καὶ ὄμματα κάλʼ Ἀφροδίτης, τάρβησέν τε καὶ ὄσσε παρακλιδὸν ἔτραπεν ἄλλῃ· ἂψ δʼ αὖτις χλαίνῃ τε καλύψατο καλὰ πρόσωπα καί μιν λισσόμενος ἔπεα πτερόεντα προσηύδα· αὐτίκα σʼ ὡς τὰ πρῶτα, θεά, ἴδον ὀφθαλμοῖσιν, ἔγνων ὡς θεὸς ἦσθα· σὺ δʼ οὐ νημερτὲς ἔειπες. ἀλλά σε πρὸς Ζηνὸς γουνάζομαι αἰγιόχοιο, μή με ζῶντʼ ἀμενηνὸν ἐν ἀνθρώποισιν ἐάσῃς ναίειν, ἀλλʼ ἐλέαιρʼ· ἐπεὶ οὐ βιοθάλμιος ἀνὴρ γίγνεται, ὅς τε θεαῖς εὐνάζεται ἀθανάτῃσι. τὸν δʼ ἠμείβετʼ ἔπειτα Διὸς θυγάτηρ Ἀφροδίτη· Ἀγχίση, κύδιστε καταθνητῶν ἀνθρώπων, θάρσει, μηδέ τι σῇσι μετὰ φρεσὶ δείδιθι λίην· οὐ γάρ τοί τι δέος παθέειν κακὸν ἐξ ἐμέθεν γε, οὐδʼ ἄλλων μακάρων· ἐπεὶ ἦ φίλος ἐσσὶ θεοῖσι. σοὶ δʼ ἔσται φίλος υἱός, ὃς ἐν Τρώεσσιν ἀνάξει καὶ παῖδες παίδεσσι διαμπερὲς ἐκγεγάοντες· τῷ δὲ καὶ Αἰνείας ὄνομʼ ἔσσεται, οὕνεκα μʼ αἰνὸν ἔσχεν ἄχος, ἕνεκα βροτοῦ ἀνέρος ἔμπεσον εὐνῇ· ἀγχίθεοι δὲ μάλιστα καταθνητῶν ἀνθρώπων αἰεὶ ἀφʼ ὑμετέρης γενεῆς εἶδός τε φυήν τε. ἦ τοι μὲν ξανθὸν Γανυμήδεα μητιέτα Ζεὺς ἥρπασε ὃν διὰ κάλλος, ἵνʼ ἀθανάτοισι μετείη καί τε Διὸς κατὰ δῶμα θεοῖς ἐπιοινοχοεύοι, θαῦμα ἰδεῖν, πάντεσσι τετιμένος ἀθανάτοισι, χρυσέου ἐκ κρητῆρος ἀφύσσων νέκταρ ἐρυθρόν. Τρῶα δὲ πένθος ἄλαστον ἔχε φρένας, οὐδέ τι ᾔδει, ὅππη οἱ φίλον υἱὸν ἀνήρπασε θέσπις ἄελλα· τὸν δὴ ἔπειτα γόασκε διαμπερὲς ἤματα πάντα καί μιν Ζεὺς ἐλέησε, δίδου δέ οἱ υἷος ἄποινα,