<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2"><l n="156">ἕρπε μεταστρεφθεῖσα κατʼ ὄμματα καλὰ βαλοῦσα </l><l n="157">ἐς λέχος εὔστρωτον, ὅθι περ πάρος ἔσκεν ἄνακτι </l><l n="158">χλαίνῃσιν μαλακῇς ἐστρωμένον· αὐτὰρ ὕπερθεν </l><l n="159">ἄρκτων δέρματʼ ἔκειτο βαρυφθόγγων τε λεόντων, </l><l n="160">τοὺς αὐτὸς κατέπεφνεν ἐν οὔρεσιν ὑψηλοῖσιν. </l><l n="161">οἳ δʼ ἐπεὶ οὖν λεχέων εὐποιήτων ἐπέβησαν, </l><l n="162">κόσμον μέν οἱ πρῶτον ἀπὸ χροὸς εἷλε φαεινόν, </l><l n="163">πόρπας τε γναμπτάς θʼ ἕλικας κάλυκάς τε καὶ ὅρμους. </l><l n="164">λῦσε δέ οἱ ζώνην ἰδὲ εἵματα σιγαλόεντα </l><l n="165">ἔκδυε καὶ κατέθηκεν ἐπὶ θρόνου ἀργυροήλου </l><l n="166">Ἀγχίσης· ὃ δʼ ἔπειτα θεῶν ἰότητι καὶ αἴσῃ </l><l n="167">ἀθανάτῃ παρέλεκτο θεᾷ βροτός, οὐ σάφα εἰδώς. </l><l n="168"><milestone unit="Para" ed="P"/>ἦμος δʼ ἂψ εἰς αὖλιν ἀποκλίνουσι νομῆες </l><l n="169">βοῦς τε καὶ ἴφια μῆλα νομῶν ἐξ ἀνθεμοέντων· </l><l n="170">τῆμος ἄρʼ Ἀγχίσῃ μὲν ἐπὶ γλυκὺν ὕπνον ἔχευε </l><l n="171">νήδυμον, αὐτὴ δὲ χροῒ ἕννυτο εἵματα καλά. </l><l n="172">ἑσσαμένη δʼ εὖ πάντα περὶ χροῒ δῖα θεάων </l><l n="173">ἔστη πὰρ κλισίῃ, κεὐποιήτοιο μελάθρου </l><l n="174">κῦρε κάρη· κάλλος δὲ παρειάων ἀπέλαμπεν </l><l n="175">ἄμβροτον, οἷόν τʼ ἐστὶν ἐυστεφάνου Κυθερείης, </l><l n="176">ἐξ ὕπνου τʼ ἀνέγειρεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν· </l><milestone unit="card" n="177" ed="P"/><l n="177"><milestone unit="Para" ed="P"/><!-- <milestone type="startquote"/> -->ὄρσεο, Δαρδανίδη· τί νυ νήγρετον ὕπνον ἰαύεις; </l><l n="178">καὶ φράσαι, εἴ τοι ὁμοίη ἐγὼν ἰνδάλλομαι εἶναι, </l></div></body></text></TEI>