αὐτίκα νῦν· οὐδʼ εἴ κεν ἑκηβόλος αὐτὸς Ἀπόλλων τόξου ἀπʼ ἀργυρέου προΐῃ βέλεα στονόεντα. βουλοίμην κεν ἔπειτα, γύναι ἐικυῖα θεῇσι, σῆς εὐνῆς ἐπιβὰς δῦναι δόμον Ἄιδος εἴσω. ὣς εἰπὼν λάβε χεῖρα· φιλομμειδὴς δʼ Ἀφροδίτη ἕρπε μεταστρεφθεῖσα κατʼ ὄμματα καλὰ βαλοῦσα ἐς λέχος εὔστρωτον, ὅθι περ πάρος ἔσκεν ἄνακτι χλαίνῃσιν μαλακῇς ἐστρωμένον· αὐτὰρ ὕπερθεν ἄρκτων δέρματʼ ἔκειτο βαρυφθόγγων τε λεόντων, τοὺς αὐτὸς κατέπεφνεν ἐν οὔρεσιν ὑψηλοῖσιν. οἳ δʼ ἐπεὶ οὖν λεχέων εὐποιήτων ἐπέβησαν, κόσμον μέν οἱ πρῶτον ἀπὸ χροὸς εἷλε φαεινόν, πόρπας τε γναμπτάς θʼ ἕλικας κάλυκάς τε καὶ ὅρμους. λῦσε δέ οἱ ζώνην ἰδὲ εἵματα σιγαλόεντα ἔκδυε καὶ κατέθηκεν ἐπὶ θρόνου ἀργυροήλου Ἀγχίσης· ὃ δʼ ἔπειτα θεῶν ἰότητι καὶ αἴσῃ ἀθανάτῃ παρέλεκτο θεᾷ βροτός, οὐ σάφα εἰδώς. ἦμος δʼ ἂψ εἰς αὖλιν ἀποκλίνουσι νομῆες βοῦς τε καὶ ἴφια μῆλα νομῶν ἐξ ἀνθεμοέντων· τῆμος ἄρʼ Ἀγχίσῃ μὲν ἐπὶ γλυκὺν ὕπνον ἔχευε νήδυμον, αὐτὴ δὲ χροῒ ἕννυτο εἵματα καλά. ἑσσαμένη δʼ εὖ πάντα περὶ χροῒ δῖα θεάων ἔστη πὰρ κλισίῃ, κεὐποιήτοιο μελάθρου κῦρε κάρη· κάλλος δὲ παρειάων ἀπέλαμπεν ἄμβροτον, οἷόν τʼ ἐστὶν ἐυστεφάνου Κυθερείης, ἐξ ὕπνου τʼ ἀνέγειρεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν· ὄρσεο, Δαρδανίδη· τί νυ νήγρετον ὕπνον ἰαύεις; καὶ φράσαι, εἴ τοι ὁμοίη ἐγὼν ἰνδάλλομαι εἶναι, οἵην δή με τὸ πρῶτον ἐν ὀφθαλμοῖσι νόησας; ὣς φάθʼ· ὃ δʼ ἐξ ὕπνοιο μάλʼ ἐμμαπέως ὑπάκουσεν.