<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2"><l n="133">ἀδμήτην μʼ ἀγαγὼν καὶ ἀπειρήτην φιλότητος </l><l n="134">πατρί τε σῷ δεῖξον καὶ μητέρι κέδνʼ εἰδυίῃ </l><l n="135">σοῖς τε κασιγνήτοις, οἵ τοι ὁμόθεν γεγάασιν. </l><l n="136">οὔ σφιν ἀεικελίη νυὸς ἔσσομαι, ἀλλʼ εἰκυῖα. </l><l n="137">πέμψαι δʼ ἄγγελον ὦκα μετὰ Φρύγας αἰολοπώλους </l><l n="138">εἰπεῖν πατρί τʼ ἐμῷ καὶ μητέρι κηδομένῃ περ· </l><l n="139">οἳ δέ κε τοι χρυσόν τε ἅλις ἐσθῆτά θʼ ὑφαντὴν </l><l n="140">πέμψουσιν· σὺ δὲ πολλὰ καὶ ἀγλαὰ δέχθαι ἄποινα. </l><l n="141">ταῦτα δὲ ποιήσας δαίνυ γάμον ἱμερόεντα, </l><l n="142">τίμιον ἀνθρώποισι καὶ ἀθανάτοισι θεοῖσιν.<!-- <milestone type="endquote"/> --></l><l n="143"><milestone unit="Para" ed="P"/>ὣς εἰποῦσα θεὰ γλυκὺν ἵμερον ἔμβαλε θυμῷ. </l><l n="144">Ἀγχίσην δʼ ἔρος εἷλεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν· <milestone unit="card" n="145" ed="P"/>
      </l><l n="145"><milestone unit="Para" ed="P"/><!-- <milestone type="startquote"/> -->εἰ μὲν θνητή τʼ ἐσσι, γυνὴ δέ σε γείνατο μήτηρ, </l><l n="146">Ὀτρεὺς δʼ ἐστὶ πατὴρ ὀνομακλυτός, ὡς ἀγορεύεις, </l><l n="147">ἀθανάτου δὲ ἕκητι διακτόρου ἐνθάδʼ ἱκάνεις </l><l n="148">Ἑρμέω, ἐμὴ δʼ ἄλοχος κεκλήσεαι ἤματα πάντα· </l><l n="149">οὔ τις ἔπειτα θεῶν οὔτε θνητῶν ἀνθρώπων </l><l n="150">ἐνθάδε με σχήσει, πρὶν σῇ φιλότητι μιγῆναι </l><l n="151">αὐτίκα νῦν· οὐδʼ εἴ κεν ἑκηβόλος αὐτὸς Ἀπόλλων </l><l n="152">τόξου ἀπʼ ἀργυρέου προΐῃ βέλεα στονόεντα. </l><l n="153">βουλοίμην κεν ἔπειτα, γύναι ἐικυῖα θεῇσι, </l><l n="154">σῆς εὐνῆς ἐπιβὰς δῦναι δόμον Ἄιδος εἴσω.<!-- <milestone type="endquote"/> --></l><l n="155"><milestone unit="Para" ed="P"/>ὣς εἰπὼν λάβε χεῖρα· φιλομμειδὴς δʼ Ἀφροδίτη </l></div></body></text></TEI>